Ancient Greek
Sect 24
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In sanctum pascha (sermo 2) [Sp.] (fort. auctore Apollinare Laodicense) 24
Not analysed yet
Εἰ δὴ νῦν μὲν ἐν τῷ θανάτῳ Χριστοῦ σωζόμεθα, τότε δὲ ἐν ζωῇ, οἰκεῖον τὸ σύμβολον τὸ μὴ καταλιμπάνεσθαι τῶν κρεῶν τοῦ θύματος »ἕως τὸ πρωΐ»· καὶ γὰρ ἡμεῖς τότε ζῶντες ἐσόμεθα καὶ ἡ παροῦσα νέκρωσις ἡμῶν πάρεισι, νῦν μὲν οὐκ ἄλλως σωζομένων εἰ μὴ νεκρωθείημεν, τότε δὲ ζωτικὴν ἐχόντων σωτηρίαν· »Μὴ τὰ ἐπίγειά» φησι »φρονεῖτε, ἀπεθάνετε γὰρ καὶ ἡ ζωὴ ὑμῶν κέκρυπται σὺν τῷ Χριστῷ ἐν τῷ θεῷ. Ὅταν ὁ Χριστὸς φανερωθῇ ἡ ζωὴ ὑμῶν, τότε καὶ ὑμεῖς σὺν αὐτῷ φανερωθήσεσθε ἐν δόξῃ».