Ancient Greek
Sect 8
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In sanctum pascha (sermo 2) [Sp.] (fort. auctore Apollinare Laodicense) 8
Not analysed yet
Διπλῆ δέ τίς ἐστιν ἡ εἴσοδος τῷ θανάτῳ, καὶ διὰ τοῦτο διπλῆ γίνεται τοῦ αἵματος ἡ σφραγὶς, »ἐπὶ τῶν δύο» φησὶ »σταθμῶν καὶ ἐπὶ τῆς φλιᾶς». Εἰσέρχεται μὲν γὰρ »δι' ἁμαρτίας ὁ θάνατος», ὡς ὁ ἀπόστολός φησιν, ἁμαρτία δὲ ἡ μὲν κατὰ τὸ πάθος τὸ ἐν ἡμῖν—διττὸν δὲ τοῦτο, ἢ μαλακτικὸν τῆς ψυχῆς εἰς ἀπαλότητα, ἢ σκληροποιὸν εἰς τραχύτητα—, ἡ δὲ κατὰ τὸν λογισμόν, ὅτε μὴ ὑγιῆ μηδὲ ὀρθὰ λογίζοιτο· καί ἐστιν ὁ μὲν λογισμὸς οἱονεὶ φλιά (τουτέστιν ὑπέρθυρον) ἐπὶ τοῖς σταθμοῖς ἑκατέροις, ἡγεμονικὸς γὰρ καὶ ἀνώτερος τῇ φύσει, τὸ δὲ πάθος ἀνάλογον ἔχει τοῖς σταθμοῖς, ὑποκείμενον τῷ λογισμῷ, καθάπερ οἱ σταθμοὶ τοῖς ὑπερθύροις ὑπόκεινται.