Ancient Greek
Sect 3
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In sanctum pascha (sermo 3) [Sp.] (fort. auctore Apollinare Laodicense) 3
Not analysed yet
αὐτὸν καὶ τότε φάγεται ἀπ' αὐτοῦ». Περιτομὴ δὲ τότε μὲν ἦν μερικὴ καὶ τὴν ὠφέλειαν αὐτόθεν οὐκ ἐπιδεικνύουσα, οὐδὲν γὰρ καλλίων ἐκ τῆς περιτομῆς ἄνθρωπος ἀπεδείκνυτο παρὰ τὸν ἀκρόβυστον, ἀλλὰ καὶ ὄνειδος παρὰ θεοῦ τοῖς Ἰσραηλίταις ἦν ὅτι »Πάντα τὰ ἔθνη» φησὶν »ἀπερίτμητα σαρκί, ὁ δὲ οἶκος Ἰσραὴλ ἀπερίτμητος καρδίαις αὐτῶν»· ἡ δὲ ἀληθὴς περιτομὴ καθ' ὅλης ἐστὶ σαρκός, φίλον τε καὶ οἰκεῖον ἀποδείκνυσι θεῷ τὸν περιτετμημένον τῇ καρδίᾳ καὶ περιῃρημένον τὸ κάλυμμα τὸ σαρκικόν, ὅπερ ἐκ διαδοχῆς πατέρων ἔχοντας ἡμᾶς καὶ περιαιρεθῆναι χρῄζοντας ἡμᾶς αὐτὸ προϋπέδειξεν ὁ νόμος τὰ γεννητικὰ περιτέμνων μόρια, τῆς γεννήσεως τὰ σύμβολα ποιῶν διὰ τούτου καὶ τοῦ καλύμματος τοῦ κατὰ γέννησιν ἡμῖν ἀκολουθοῦντος.