Ancient Greek
Sect 4
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In sanctum pascha (sermo 3) [Sp.] (fort. auctore Apollinare Laodicense) 4
Not analysed yet
Οὐδεὶς οὖν μὴ περιτεμνόμενος τὸν σαρκικὸν τρόπον ἐπὶ τὴν οἰκείαν ἀφίξεται κοινωνίαν Χριστοῦ, ἀλλ' »ἡμεῖς ἐσμεν ἡ περιτομή», φησίν, οἱ Χριστοῦ μέτοχοι, »οἱ πνεύματι θεοῦ λατρεύοντες καὶ μὴ πεποιθότες ἐν σαρκί»· γυμνὴ γὰρ ἡ καρδία παντὸς σαρκικοῦ λατρεύειν ἀληθινῶς θεῷ δύναται καὶ τῷ Χριστῷ συγκιρνᾶσθαι πνεύματι.