Ancient Greek
Chapter 10
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In sanctum pascha (sermo 6) [Sp.] 10.1
Not analysed yet
Νόμος μὲν δὴ ὧδε ἡμῖν μυστικῶς προώρισται· ἔρχεται δὲ μετὰ Αἴγυπτον ἀναγκαίως νόμος, ὑλομανούσης ψυχῆς καὶ αἰγυπτιαζούσης καρδίας ἐκκόπτων τὰ ἀόρατα κακὰ μοσχεύματα, τέμνων ἀρότρου δίκην τὰς ἔνδον πυκνὰς καὶ δασείας ἀκάνθας τῶν λογισμῶν, ἀροτροτεμὼν καὶ αὐλακηδὸν σχίζων τὰ τῆς ψυχῆς βάθη, προοδοποιῶν καὶ νεάζων τὴν ψυχὴν εἰς ὑποδοχὴν τοῦ οὐρανίου θείου λόγου καὶ σπόρου· διὸ καὶ εἰκότως βοᾷ τὸ θεῖον πνεῦμα· »Νεώσατε ἑαυτοῖς νεώματα καὶ μὴ σπείρετε ἐπ' ἀκάνθας».