Ancient Greek · ~4 min
Chapter 9
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In sanctum pascha (sermo 6) [Sp.] 9
Not analysed yet
Νόμος ὁ διὰ Μωϋσέως ποικίλων καὶ ἀναγκαίων δογμάτων ἀθροϊσμός ἐστι, πάντων ἐρανισμὸς κοινωφελὴς τῶν ἐν τῷ βίῳ καλῶν, μίμημα μυστικὸν τῆς ἐν οὐρανῷ πολιτείας, λύχνοι καὶ λυχνίαι καὶ πῦρ καὶ φῶτα τῆς ἄνω λαμπαδουχίας τὰ τιμήματα. Νόμος ὁ διὰ Μωϋσέως θεοσεβείας τὸ προτύπωμα, εὐτάκτου πολιτείας τὸ πρόσταγμα, τῆς πρώτης ἁμαρτίας τὸ κώλυμα, τῆς μελλούσης ἀληθείας τὸ αἴνιγμα. Νόμος ὁ διὰ Μωϋσέως αἰγυπτίας πλάνης τὸ κολαστήριον, δακτύλῳ Θεοῦ καταγραφόμενον, ἄλλως γὰρ ὁ ὑψηλὸς βραχίων ἐτηρεῖτο. Νόμος ὁ διὰ Μωϋσέως εὐσεβείας ἀρχηγός, δικαιοσύνης ὁδηγός, τυφλῶν φωτισμός, ἀφρόνων ἔλεγχος, νηπίων παιδαγωγός, ἀγνωμονούντων δεσμός, σκληροτραχήλων χαλινὸς καὶ τῶν ἑτεροζυγούντων ἀνάγκης ζυγός. Νόμος ὁ διὰ Μωϋσέως ἄγγελος Χριστοῦ, πρόδρομος Ἰησοῦ, κῆρυξ καὶ προφήτης μεγάλου βασιλέως, σοφὸν παιδευτήριον, ἀναγκαῖον γυμνάσιον, κοσμικὸν διδασκαλίον, δόγμα ἐμπρόθεσμον, παρερχόμενον μυστήριον. Νόμος ὁ διὰ Μωϋσέως τῆς μελλούσης χάριτος συμβολικὴ καὶ αἰνιγματώδης ἐπιτομή, ταῖς εἰκόσιν ἀπαγγέλλουσα τὴν τελειότητα τῆς μελλούσης ἀληθείας, ταῖς θυσίαις τὸ ἱερεῖον, τῷ αἵματι τὸ αἷμα, τῷ ἀμνῷ τὸν ἀμνόν, τῇ περιστερᾷ τὴν περιστεράν, τοῖς βωμοῖς τὸν ἀρχιερέα, τῷ ναῷ τὸ τῆς θεότητος καταγώγιον, τῷ περιβωμίῳ πυρὶ ὅλον ἄνωθεν τοῦ κόσμου τὸ φῶς.