Ancient Greek
Chapter 11
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In sanctum pascha (sermo 6) [Sp.] 11.1
Not analysed yet
Ἔπασχε μὲν οὖν καὶ Αἴγυπτος ὁμολογουμένως τὴν τῶν πρωτοτόκων πληγὴν καὶ πᾶς ὁ προγενὴς ἀπέθνησκε δῆμος, ἵνα ὁ μὲν σκληροτράχηλος Φαραὼ καὶ οὕτω βραδέως παιδευθῇ ταῖς πρώταις πληγαῖς μὴ πεπαιδευμένος, ὁ δὲ Ἰσραὴλ καὶ ἐν τούτοις παραδόξως σωθῇ, καὶ Θεὸς ἐν πᾶσι δοξασθῇ· Αἰγύπτῳ μὲν οὖν τὸ πάθος ἐν πληγῇ, τῷ δὲ Ἰσραὴλ τὸ πάσχα ἐν ἑορτῇ, διὸ καὶ ὀνομάζεται ἑορτὴ πάσχα Κυρίου.