Ancient Greek
Chapter 12
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In sanctum pascha (sermo 6) [Sp.] 12.1
Not analysed yet
Πολλὰ καὶ ἕτερα τῆς μελλούσης Θεοῦ φιλανθρωπίας μυστήρια, ἔχει γὰρ ὧδε πᾶς ὁ περὶ τούτων λόγος· Αἴγυπτος μὲν ἡ πολλὴ καὶ μέλαινα τῆς σκοτεινῆς καὶ βαθείας πλάνης ἐστὶν εἰκών, ἐκεῖθεν γὰρ τὰ πρῶτα τῆς ἀπάτης ῥεύματα, μόσχοι καὶ ἰχθύες καὶ ὄρνιθες καὶ θηρία καὶ πάντα τὰ τοιαῦτα ζῷα θεοποιούμενα καὶ θεολογούμενα· ὅταν δὲ ἡ ἐξ οὐρανῶν ἔνδικος ὀργὴ ἀποκαλυφθῇ καὶ ὁ μέγας θυμὸς ἐπὶ πᾶσαν τὴν γῆν ἐφαπλωθῇ, τότε πρῶτον ἡ δεισιδαίμων καὶ εἰδωλομανὴς πλάνη παταχθήσεται· »Ἐν γὰρ πᾶσι, φησί, θεοῖς τῶν Αἰγυπτίων ποιήσω τὴν ἐκδίκησιν· ἐγὼ Κύριος».