Ancient Greek · ~2 min
Chapter 35
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In sanctum pascha (sermo 6) [Sp.] 35.1
Not analysed yet
Αἱ βακτηρίαι ὑμῶν ἐν ταῖς χερσὶν ὑμῶν, τῆς θείας δυνάμεως τὰ σημεῖα, τῆς λογικῆς ἰσχύος τὰ ἐρείσματα, ῥάβδος ἡ διὰ Μωϋσέως, ῥάβδος ἡ διὰ Ἀαρών, ῥάβδος ἡ καρυΐνη, ῥάβδος ἡ τεμοῦσα βάθη θαλάσσης, <ῥάβδος> ἡ γλυκάνασα πικρίαν πηγῶν, ῥάβδος ἐφ' ἣν τὰ ἑπτὰ πνεύματα τὰ ἅγια ἀνεπαύσατο τοῦ Θεοῦ· »Πνεῦμα σοφίας καὶ συνέσεως, πνεῦμα βουλῆς καὶ ἰσχύος, <πνεῦμα γνώσεως καὶ εὐσεβείας>, πνεῦμα φόβου Θεοῦ ἐμπλήσει αὐτόν».