Ancient Greek · ~1 min
Chapter 34
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In sanctum pascha (sermo 6) [Sp.] 34
Not analysed yet
Τὰ ὑποδήματα ὑμῶν ἐν τοῖς ποσίν· ὀρθοτομοῦσαι βάσεις, στηρίγματα ἀχώλευτα· ἀληθείας γὰρ ῥιζώματα. Τὰ ὑποδήματα ὑμῶν ἐν τοῖς ποσὶν ὑμῶν, ἃ Μωϋσῆς μὲν ὑπελύσατο, Ἰησοῦς δὲ ὑπεδήσατο· »Λῦσαι» γάρ φησι »τὸ ὑπόδημα τῶν ποδῶν σου», ἵνα τὸ παρερχόμενον τοῦ νόμου δηλωθῇ, »Οὗ οὐκ εἰμὶ ἱκανὸς τὸν ἱμάντα τῶν ὑποδημάτων αὐτοῦ λῦσαι», ἵνα τὸ πάντοθεν περιεσφιγμένον τοῦ λόγου μηνυθῇ.