Ancient Greek
Chapter 38
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In sanctum pascha (sermo 6) [Sp.] 38.1
Not analysed yet
Καὶ ὄψομαι τὸ αἷμα καὶ σκεπάσω ὑμᾶς· ἐσκέπασας ἀληθῶς, Ἰησοῦ, ἀπὸ τῆς πολλῆς ἀπωλείας, καὶ χεῖρας ἐξέτεινας πατρικάς, ἐκάλυψας ἡμᾶς ἐντὸς τῶν πτερύγων σου τῶν πατρικῶν, αἷμα θεῖον ἐπὶ γῆς πηγάσας ταῖς ἐναίμοις σου καὶ φιλανθρώποις σου σπουδαῖς, καὶ τὰς τῆς ὀργῆς παρήγαγες ἀφ' ἡμῶν ἀπειλάς, καὶ τὰς πρώτας ἡμῖν ἄνωθεν ἀνταπέδωκας διαλλαγάς.