Ancient Greek · ~2 min
Chapter 39
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In sanctum pascha (sermo 6) [Sp.] 39.1
Not analysed yet
Ἐκεῖνοι μὲν οὖν ἄζυμα ἐσθιέτωσαν ἑπτὰ ἡμέρας, τὴν ἑβδοματικὴν ἐπὶ τοῦ κόσμου μελετῶντες περίοδον καὶ τὴν [ἐπίγειον] ἐπὶ γῆς ἔννομον ἐσθίοντες τροφήν· »ἡμῶν δὲ τὸ πάσχα τέθυται Χριστὸς» καὶ τὸ νέον φύραμα τῆς ἱερᾶς αὐτοῦ συγκράσεως ἀπειλήφαμεν ὅλοι δυνάμει κρείττονι ἀναζυμωθέντες καὶ ἀναφυραθέντες αὐτοῦ τῷ πνεύματι. Ἐγὼ μὲν γὰρ αὐτὴν τὴν βασιλείαν τῶν οὐρανῶν <**>τῇ κεκραμμένῃ ζύμῃ ἀναζυμώσας ἀναλόγως τρία μέτρα τῆς σεμιδάλεως.