Ancient Greek
Chapter 42
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In sanctum pascha (sermo 6) [Sp.] 42.1
Not analysed yet
Νόμος εἷς ἔσται τῷ ἐλευθέρῳ καὶ προσηλύτῳ· ὅπου Χριστός, ἐλευθερία, πάντων ἰσηγορία, ἰσονομία, ἰσοτιμία· τιμίῳ πάντες ἠγοράσθησαν αἵματι. Διὰ τοῦτο »οὐκέτι εἶ δοῦλος», οὐκέτι Ἰουδαῖος, ἀλλ' ἐλεύθερος· πάντες γὰρ ἐν Χριστῷ γεγόναμεν ἐλεύθεροι.