Ancient Greek · ~1 min
Chapter 41
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In sanctum pascha (sermo 6) [Sp.] 41.1
Not analysed yet
Ἐν οἰκίᾳ μιᾷ βρωθήσεται καὶ ἔξω τῶν κρεῶν οὐκ ἐξοίσετε, μία γάρ ἐστιν ἡ συναγωγὴ καὶ μία ἐστὶν ἡ οἰκία, τοῦτ' ἔστιν ἡ μία ἐκκλησία, ἐν ᾗ τὸ ἱερὸν σῶμα τοῦ Χριστοῦ ἐσθίεται, καὶ διὰ τοῦτο ἔξω τῆς μιᾶς οἰκίας— ἐκκλησίας—τὰ κρέα οὐκ ἐκβληθήσεται, ὁ δὲ ἀλλαχοῦ ἐσθίων ὡς ἀσεβὴς καὶ κλέπτης κολασθήσεται.