Ancient Greek · ~2 min
Chapter 45
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In sanctum pascha (sermo 6) [Sp.] 45.3
Not analysed yet
Ἐπεὶ δὲ ἔδει τι καὶ δοχεῖον γενέσθαι τοῦ θείου πνεύματος, ἵνα οἱ πρῶτοι τῆς ἀνθρωπίνης φύσεώς τε καὶ οὐσίας μετάσχωσι <**>διυλίσας καὶ συναριθμήσας, τὸ μὲν ὅσον περισσὸν ἦν καὶ θολερὸν ἀποβράσας καὶ ἀποχωρίσας, τὸ δὲ ὅσον καθαρὸν καὶ διαυγὲς καὶ εἰλικρενὲς περιλάμψας καὶ περιαστράψας καὶ περιαυγάσας καὶ πυρώσας καὶ παστώσας καὶ παρθενώσας καί, ὡς εἰπεῖν, ἐξαγγελλώσας, εἰς τὴν ἀνθρωπίνην εἰκόνα σωματικῶς ἐμορφοῦτο, πνευματικὴν μὲν ἔχων τὴν ἀνατολήν, σωματικὴν δὲ προσλαμβάνων τὴν μόρφωσιν.