Ancient Greek · ~2 min
Chapter 45
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In sanctum pascha (sermo 6) [Sp.] 45.4
Not analysed yet
Διὸ καὶ μυστικώτατα αὐτὸν ἡ γραφὴ ἐπεσημήνατο· »Ἰδοὺ» γάρ φησιν »ἀνήρ, ἀνατολὴ ὄνομα αὐτῷ», ἀνατολὴ μὲν ὡς ἐν πνεύματι, ἀνὴρ δὲ ὡς ἐν σώματι· »Πνεῦμα γὰρ Κυρίου ἐπελεύσεται ἐπὶ σὲ καὶ δύναμις ὑψίστου ἐπισκιάσει σοι· διὸ καὶ τὸ γεννώμενον ἅγιον κληθήσεται υἱὸς ὑψίστου»· παραδόξου δὲ καὶ θείας οὔσης τῆς γενέσεως, εἰκότως καὶ τὸ πνεῦμα τεθαύμακε λέγον· »Τὴν γενεὰν αὐτοῦ τίς διηγήσεται;»