Ancient Greek · ~6 min
Chapter 46
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In sanctum pascha (sermo 6) [Sp.] 46.1
Not analysed yet
Τεσσάρων δὲ ὄντων τῶν τῆς θεότητος ἡγεμονικῶν ὀνομάτων, δι' ὧν μάλιστα τὸ θεῖον πνεῦμα πιστεύεται, κυριότητος καὶ θεότητος, υἱότητος καὶ βασιλείας αἰωνίου, ὅρα μὴ μόνον ταύτας τὰς ἀρετὰς καὶ δόξας λαβεῖν ἐτιμήθη. Καὶ πρῶτόν γε ὅρα αὐτοῦ τὸν Κύριον. »Εἶπεν ὁ Κύριος τῷ Κυρίῳ μου· κάθου ἐκ δεξιῶν μου». Ὁρᾷς αὐτοῦ τὰ παρὰ τοῦ Κυρίου τὸν Κύριον, ὅρα καὶ τὸν υἱὸν αὐτοῦ· »Αὐτός με ἐπικαλέσεται πατέρα κᾀγὼ θήσομαι αὐτὸν πρωτότοκον», καί· »Υἱός μου εἶ σύ, ἐγὼ σήμερον γεγέννηκά σε· αἴτησαι παρ' ἐμοῦ καὶ δώσω σοι ἔθνη τὴν κληρονομίαν σου». Ὁρᾷς αὐτοῦ τὸν υἱὸν καὶ πρωτότοκον καὶ μονογενῆ, ὅρα καὶ τὸν Θεόν· »Ἄνδρες ὑψηλοὶ ἐπὶ σὲ διαβήσονται καὶ ἐν σοὶ προσεύξονται καὶ ἐν σοὶ προσκυνήσουσι καὶ ἀκολουθήσουσιν ἐν χειροπέδαις δεδεμένοι, σὺ γὰρ εἶ ὁ Θεός, ὅτι ἐν σοὶ ὁ Θεός ἐστιν». Εἶδες αὐτοῦ τὸν θεόν, ἴδε αὐτοῦ καὶ τὸν βασιλέα αἰώνιον· »Ὁ θρόνος σου, ὁ Θεός, εἰς τὸν αἰῶνα τοῦ αἰῶνος· ῥάβδος εὐθύτητος ἡ ῥάβδος τῆς βασιλείας σου· ἠγάπησας δικαιοσύνην καὶ ἐμίσησας ἀνομίαν. Διὰ τοῦτο ἔχρισέ σε ὁ Θεὸς ὁ Θεός σου ἔλαιον ἀγαλλιάσεως παρὰ τοὺς μετόχους σου». Ἑώρακας αὐτοῦ τὸν βασιλέα, ὅρα μετὰ τοῦ βασιλέως καὶ τὸν τῶν δυνάμεων Κύριον· »Ἄρατε πύλας οἱ ἄρχοντες ὑμῶν καὶ ἐπάρθητε πύλαι αἰώνιοι, καὶ εἰσελεύσεται ὁ βασιλεὺς τῆς δόξης. Τίς ἐστιν οὗτος ὁ βασιλεὺς τῆς δόξης; Κύριος τῶν δυνάμεων αὐτός ἐστιν ὁ βασιλεὺς τῆς δόξης». Ὁρᾷς αὐτοῦ μετὰ τοῦ βασιλέως καὶ τὸν τῶν δυνάμεων Κύριον, ἴδε ἐκ περιόντων αὐτοῦ καὶ τὸν ἀρχιερέα αἰώνιον· »Ὤμοσε Κύριος καὶ οὐ μεταμεληθήσεται· σὺ ἱερεὺς εἰς τὸν αἰῶνα».