Ancient Greek · ~4 min
Chapter 48
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In sanctum pascha (sermo 6) [Sp.] 48.1
Not analysed yet
Αὐτὸς οὖν τὸ πρῶτον ἐκεῖνο τὸ πτωχὸν καὶ νεκρὸν ἐνεδύσατο σῶμα, διὸ καὶ βοᾷ περὶ αὐτοῦ τὸ πνεῦμα· »Οὐκ ἔστιν εἶδος αὐτοῦ οὐδὲ δόξα, καὶ εἴδομεν αὐτὸν καὶ οὐκ εἶχεν εἶδος οὐδὲ κάλλος, ἀλλὰ τὸ εἶδος αὐτοῦ ἄτιμον ἐκλεῖπον παρὰ τοὺς υἱοὺς τῶν ἀνθρώπων», «ἐν γὰρ ὁμοιώματι τῆς σαρκὸς ἁμαρτίας χωρὶς ἁμαρτίας κατέκρινε τὴν ἁμαρτίαν», δείξας ὅτι »οὐ χρείαν ἔχουσιν οἱ ὑγιαίνοντες ἰατροῦ ἀλλ' οἱ κακῶς ἔχοντες». Ἐθεράπευσεν οὖν καὶ πάντα ἡμῶν τὰ σώματα τῶν ἀρρωστημάτων, καὶ τὰ κατὰ μέρος τῶν νοσημάτων ἐξουσίᾳ δυνάμεως ἰάσατο, ἵνα πληρωθῇ· »Ἐγὼ Κύριος ὁ Θεός· ἐκάλεσά σε ἐν δικαιοσύνῃ, κρατήσω τῆς χειρὸς τῆς δεξιᾶς σου, καὶ ἐνισχύσω σε· ἔδωκά σε εἰς διαθήκην γένους μου εἰς φῶς ἐθνῶν ἀνοῖξαι ὀφθαλμοὺς τυφλῶν, ἐξαγαγεῖν ἐκ δεσμῶν πεπεδημένους καὶ ἐξ οἴκου φυλακῆς καθημένους ἐν σκότει· ἐγὼ Κύριος ὁ Θεός, τοῦτό μοι ὄνομα», «Ἀκούσατε κωφοὶ λόγους βιβλίου, καὶ τοῖς καθημένοις ἐν σκότει φῶς ἀνέτειλε», «Τότε ἁλεῖται χωλὸς ὡς ἔλαφος, καὶ τρανὴ δὲ ἔσται γλῶσσα μογιλάλων». Ἐπειδὰν δὲ κατὰ μέρος τὰ τῆς κακίας αἱρεθῇ, »ἔσχατος ἐχθρὸς καταργεῖται ὁ θάνατος εἰς νῖκος. Ποῦ σου, θάνατε, τὸ κέντρον;»