Ancient Greek
Chapter 49
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In sanctum pascha (sermo 6) [Sp.] 49.1
Not analysed yet
Τοῦτο ἦν τὸ πάσχα ὃ ἐπεθύμησεν ὑπὲρ ἡμῶν ὁ Ἰησοῦς παθεῖν· πάθει πάθους ἠλευθέρωσε καὶ θανάτῳ θάνατον ἐνίκησε καὶ διὰ τῆς βλεπομένης τροφῆς τὴν ἀθάνατον αὐτοῦ ζωὴν ἐχορήγησεν. Αὕτη ἡ σωτήριος ἐπιθυμία τοῦ Ἰησοῦ, οὗτος ὁ ἔρως ὁ πνευματικώτατος, δεῖξαι μὲν τοὺς τύπους ὡς τύπους, τὸ δὲ ἱερὸν σῶμα τοῖς μαθηταῖς αὐτοῦ ἀντιδοῦναι· »Λάβετε, φάγετε, τοῦτό ἐστι μου τὸ σῶμα· λάβετε, πίετε, τοῦτό ἐστι μου τὸ αἷμα, ἡ καινὴ διαθήκη, τὸ ὑπὲρ πολλῶν ἐκχυνόμενον εἰς ἄφεσιν ἁμαρτιῶν».