Ancient Greek · ~2 min
Chapter 54
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In sanctum pascha (sermo 6) [Sp.] 54
Not analysed yet
Τότε δὴ συνεκτείνονται αὐτῷ δύο λῃσταί, εἰς δὲ δύο λαοὺς φέροντες ἐν ἑαυτοῖς τὰ σημεῖα, ὧν ὁ μὲν εἷς ἐκ μεταβολῆς εὐγνωμονεῖ καὶ μετὰ ὁμολογίας ἐξομολογεῖται καὶ πρὸς τὸν δεσπότην εὐσεβεῖ, ὁ δὲ ἕτερος κινεῖται σκληροτράχηλος ὢν καὶ ἀγνωμονεῖ πρὸς τὸν δεσπότην καὶ οὐκ εὐσεβεῖ καὶ τοῖς παλαιοῖς ἁμαρτήμασιν ἐμφιλοχωρεῖ. Εἶτε καὶ οἱ δύο ψυχῆς εἰσιν οὗτοι λογισμοί, ὧν ὁ μὲν ἕτερος ἐν τοῖς παλαιοῖς ἁμαρτήμασι μεταβάλλεται καὶ πρὸς τὸν δεσπότην ἀποδύεται, διὸ καὶ τῆς ἐκ μετανοίας φιλανθρωπίας καὶ τιμῆς ἀξιοῦται, ὁ δὲ ἕτερος ἀναπολόγητος, ὅτι καὶ ἀμετάθετος καὶ μέχρι τέλους ἐστὶ λῃστής.