Ancient Greek · ~2 min
6.1 to 6.2
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In sanctum pascha (sermo 6) [Sp.] 6.1-2
Not analysed yet
Ἡ μὲν θεία γραφὴ οὕτως μυστικῶς τὴν ἱερὰν ἑορτὴν προεθέσπισεν, ἡμεῖς δὲ ἤδη καθ' ἕκαστον ἀκριβώσομεν τῶν ἀνεγνωσμένων, εὐχαῖς ὑμετέραις ἐραυνῶντες τῶν γραφῶν τὰ κεκρυμμένα μυστήρια, καὶ τὴν μὲν ἀλήθειαν τῶν γεγραμμένων οὐκ ἀναιροῦντες, τὴν δὲ ἀκρίβειαν τῶν μυστηρίων διὰ τῶν τύπων θεωροῦντες. Καὶ γὰρ καὶ τὴν σκηνὴν τῷ Μωϋσεῖ τὸ θεῖον πνεῦμα ἐντέλλεται ποιῆσαι »καθ' ὃ δείξω σοι, φησί, παράδειγμα»· οὕτως τυπικῶς ὁρώμενόν ἐστι καὶ μυστικῶς τὸ κατὰ τὸ πρωτότυπον καὶ πρωτογενὲς παράδειγμα νοούμενον.