Ancient Greek · ~6 min
Chapter 6
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In sanctum pascha (sermo 6) [Sp.] 6.3
Not analysed yet
Λέγωμεν δὴ πρῶτον τί οὗτος ὁ μὴν ἡ ἀρχὴ τῶν μηνῶν, διὰ τί δὲ οὗτος ὁ μὴν ὁ τοῦ πάσχα ἐστὶ πρῶτος ἐν τοῖς μησὶ τοῦ ἐνιαυτοῦ· δεύτερον τί τὸ πρόβατον τῇ δεκάτῃ τοῦ μηνὸς λαμβανόμενον, καὶ τὸ πρόβατον τέλειον ἐνιαύσιον, τίς ὁ γείτων καὶ τὶς ὁ προσλαμβανόμενος πλησίον, διὰ τί δὲ μέχρι τῆς τεσσαρεσκαιδεκάτης συντηρεῖται τὸ πρόβατον, εἶτα πρὸς ἑσπέραν θύεται· »καὶ σφάξουσιν αὐτὸ πᾶν τὸ πλῆθος συναγωγῆς υἱῶν Ἰσραὴλ πρὸς ἑσπέραν»· τί τὸ αἷμα τὸ ἐπὶ τοὺς δύο σταθμοὺς καὶ ἐπὶ τὴν φλιάν, διὰ τί δὲ ἐν νυκτὶ τὰ κρέα ἐσθίουσι, καὶ ταῦτα ὀπτὰ πυρί, οὔτε ὠμὸν οὔτε ἡψημένον ἐν ὕδατι· ἢ τί τὸ »Κεφαλὴν σὺν ποσὶ καὶ τοῖς ἐνδοσθιδίοις», διὰ τί δὲ »ὀστοῦν οὐ συντρίψετε»· καὶ τίνα τὰ ἄζυμα μετὰ πικρίδων, διὰ τί δὲ »μετὰ σπουδῆς ἔδεσθε» τὸ πάσχα· τίνες αἱ ὀσφύες αἱ περιεζωσμέναι καὶ τὰ ὑποδήματα ἐν τοῖς ποσὶ καὶ αἱ βακτηρίαι ἐν ταῖς χερσί, καὶ τί τὸ »Πάσχα Κυρίου» καὶ τὸ »αἷμα σημεῖον ἐπὶ τῶν οἰκιῶν ἐν αἷς ἐστε ἐκεῖ καὶ ὄψομαι τὸ αἷμα καὶ σκεπάσω ὑμᾶς καὶ οὐκ ἔσται ἐν ὑμῖν πληγὴ τοῦ ἐκτρίψαι, ὅταν παίω ἐν γῇ Αἰγύπτου», διὰ τί δὲ »ἑπτὰ ἡμέρας ἄζυμα ἔδεσθε»· διὰ τί ὁ μὲν ἀλλογενὴς οὐ βρώσεται, ὁ δὲ οἰκογενὴς περιτμηθήσεται, τί δὲ τὸ »Ἐν οἰκίᾳ μίᾳ βρωθήσεται, καὶ ἔξω ἐκ τῶν κρεῶν οὐκ ἐξοίσετε, καὶ ὀστοῦν οὐ συντρίψετε ἀπ' αὐτοῦ. Πᾶς ἀπερίτμητος οὐκ ἔδεται ἀπ' αὐτοῦ. Πᾶσα συναγωγὴ ποιήσει αὐτό—τίς ἡ συναγωγή—. Νόμος εἷς ἔσται τῷ ἐγχωρίῳ καὶ τῷ προσελθόντι προσηλύτῳ· εἷς καὶ ὁ αὐτὸς ἐπ' ἀμφοτέρων νόμος».