Ancient Greek · ~2 min
Sect 29
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In sanctum pascha (sermo 7) [Sp.] 29
Not analysed yet
Τίς οὖν ὁ πρῶτος χρόνος; τίς ἡ κορυφὴ χρόνου τοῦ πρώτου; Ἰσημερία, ἄδελφε, ὡς ἐδείξαμεν ἡμέρας καὶ νυκτὸς ἴσα τὰ τμήματα ἀπαιτοῦντες, καὶ ἰσημερία ἐαρινή, ὅθεν ὁ τοῦ ἔαρος <καιρὸς>, ἐξ αὐτῆς τῆς κατὰ τὴν ἱστορίαν ἀκολουθίας. Ἱστορεῖ γοῦν ὁ Μωϋσῆς ὅτι τῇ τρίτῃ ἡμέρᾳ ἐκέλευσεν ὁ θεὸς τὰ ἄνθη καὶ τὰ δένδρα καὶ τὰς βοτάνας γενέσθαι, ἔαρος δὲ σύμβολα ταῦτα συμφωνοῦντα τῇ τέχνῃ ὁδῷ καὶ τάξει τοῦ θεοῦ τὰ πάντα κτίζοντος.