Ancient Greek · ~3 min
Sect 33
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In sanctum pascha (sermo 7) [Sp.] 33
Not analysed yet
ὁ σωτὴρ ἀνεχώρησεν. Καὶ τοῦτο οἱ ἀμαθεῖς τὸ μυστήριον δειλίαν ἐνόμισαν· οὐκ ἦν δὲ δειλία ἀλλὰ τῆς συνδρομῆς τῶν προθεσμιῶν ἐπιτήρησις. Ὅτε μέντοι συνήγαγεν ὁ υἱὸς τοῦ θεοῦ τοὺς χρόνους, ὅτε τὴν ἑβδομάδα πρὸς τὴν ἀρχαίαν δημιουργίαν ἥρμοσε καὶ ἰσημερία καὶ ἡ πλησιφαὴς σελήνη καὶ ἡ παρασκευὴ ἐν ᾗ ἔδει παθεῖν καὶ ἐν τῷ παθεῖν τὴν ἀνανέωσιν δειχθῆναι συνέδραμον, τὸ τηνικαῦτα ἐπιδίδωσι μὲν ἑαυτὸν τῷ πάθει, ἐπάρας δὲ τοὺς ὀφθαλμοὺς εἰς τὸν οὐρανὸν εἶπεν· »Πάτερ, ἐλήλυθεν ἡ ὥρα, δόξασόν σου τὸν υἱόν, ἵνα καὶ ὁ υἱός σου δοξάσῃ σε», καὶ πρὸς τοὺς μαθητάς· »Ἐλήλυθεν ἡ ὥρα, ἵνα δοξασθῇ ὁ υἱὸς τοῦ ἀνθρώπου».