Ancient Greek · ~1 min
Sect 36
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In sanctum pascha (sermo 7) [Sp.] 36
Not analysed yet
Οὕτω δὲ καὶ ἰσημερίαν καὶ παρασκευὴν καὶ σάββατον κατὰ τὴν ἀρχαίαν τηρήσας ἐπὶ τῷ πάθει ἀκολουθίαν, «τῇ μιᾷ τῶν σαββάτων» ἐπιδείκνυσι τὸ τῆς ἀναστάσεως φῶς, καὶ τοῦτο τῷ τοῦ χρόνου εἱρμῷ· αὕτη γὰρ ἦν πάλιν πρώτη τοῦ παντὸς χρόνου ἡμέρα, ἣν καὶ τότε τοῦ αἰσθητοῦ φωτὸς ἀρχὴν καὶ νῦν ἀκολούθως τοῦ τῆς ἀναστάσεως νοητοῦ ἀρχαῖον προεστήσατο.