Ancient Greek · ~2 min
Sect 49
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In sanctum pascha (sermo 7) [Sp.] 49
Not analysed yet
Ἐπεὶ οὖν ἀρκούντως περὶ τούτων ἀκήκοας, ἀναγκαῖον ἂν εἴη λοιπὸν καὶ τὴν αἰτίαν εἰπεῖν, δι' ἣν νῦν ἡ τοῦ πάσχα παράτασις γίνεται, ὅπερ ἀρξάμενος τοῦ λόγου ἐπήγγελμαι. Εἰρήκαμεν, ἄδελφε, ὅτι δεῖ ἐπὶ τῷ πάθει καὶ τὴν ἐαρινὴν ἰσημερίαν καὶ τὴν τεσσαρεσκαιδεκάτην κατὰ σελήνην, οὐ πρὸ ἰσημερίας, καὶ τὴν παρασκευὴν καὶ τὸ σάββατον καὶ τὴν κυριακὴν συλλαμβάνειν. Ἐὰν οὖν ποτε συμβαίῃ τὴν τεσσαρεσκαιδεκάτην κατὰ σελήνην πρὸ ἰσημερίας ἐμπίπτειν, ἐκείνην μὲν ἀκυροῦμεν, ἄλλην δὲ ζητοῦμεν τὴν ὀφείλουσαν μετ' ἰσημερίαν γενέσθαι, καὶ συμβαίνει ἐν τούτῳ μῆνα ἐμβόλιμον παρεμπίπτειν εἰς γένεσιν τῆς μετ' ἰσημερίαν τεσσαρεσκαιδεκάτης.