Ancient Greek · ~3 min
Sect 51
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In sanctum pascha (sermo 7) [Sp.] 51
Not analysed yet
Ἀλλ' ὥσπερ ἐθεασάμεθα ὅτι, ἡ τεσσαρεσκαιδεκάτη κατὰ σελήνην πρὸ ἰσημερίας ἐὰν ἐμπέσῃ, οὐ ταύτης ἀλλὰ τῆς μετ' ἰσημερίαν ἁρμοζόντως δεόμεθα, οὕτω πάλιν, κατὰ σελήνην τεσσαρεσκαιδεκάτῃ τῆς κυριακῆς συνελθούσης, οὐκ ἄγομεν ταύτην τὴν κυριακὴν ἀναστάσιμον, ἀλλὰ τῆς ἑξῆς κυριακῆς χρῄζομεν, ὅτι ἡ μὲν τεσσαρεσκαιδεκάτη πάθους ἐστίν—ἐν γὰρ ταύτῃ πέπονθεν ὁ Χριστὸς τῇ παρασκευῇ συνελθούσῃ καί, ὥσπερ τὴν παρασκευὴν ἀναστάσιμον οὐ γνωρίζομεν, οὐδὲ τὴν τεσσαρεσκαιδεκάτην συζυγοῦσαν αὐτῇ—, ἡ δὲ ὀφείλουσα ἐπὶ τῇ ἀναστάσει ὁρίζεσθαι κυριακὴ καθαρὰ παθητικῆς ἡμέρας ὑπάρχειν τέτακται. Ἐὰν οὖν συμπέσῃ αὐτῇ ὁ παθητικὸς τῆς τεσσαρεσκαιδεκάτης ἀριθμός, ταύτην ἀφέντες τὴν ἑξῆς ὡς καθαρὰν πάθους μεταδιώκομεν. Προκειμένου γὰρ ἡμῖν τοῦ κατὰ τὸν σωτῆρα ἐπὶ τῷ πάθει καὶ τῇ ἀναστάσει μιμήματος, ἀεί ποτε τὴν κυριακήν, ἣν μέλλομεν ἐπὶ τῇ ἀναστάσει ὁρίζειν, ἐλευθέραν πάθους ὡς ὁ δεσπότης διαφυλάττομεν, ἐπὶ τὰς πρὸ ταύτης τὸ πάθος λαμβάνοντες. Ἐπειδὴ τοῦτο τεθέασαι, πρόσχες λοιπὸν ὃ λέγω.