Ancient Greek · ~2 min
Sect 55
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In sanctum pascha (sermo 7) [Sp.] 55
Not analysed yet
Ἀλλὰ θαυμάζουσιν ὅτι ἀνωμάλως οὕτως ὅσον ἐπί γε τῷ χρόνῳ γίνεται τὸ πάσχα. Ἀλλὰ τοῦτο θαῦμα οὐκ ἔστιν ἐπιστημόνων. Εἶδες, ἄδελφε, ποιητικοὺς κόσμους ἢ τραγικοὺς στίχους πῶς οἳ μέν εἰσι κόνδοι, οἳ δὲ κονδότεροι, οἳ δὲ ἐπὶ πλεῖον ἐκτεταμένοι. Τούτους οἱ ἀμαθεῖς πάντως θαυμάζουσιν ὡς ἁπλῶς οὕτω διακειμένους· ὁ μεντοὶ τεχνίτης ὁ μέτρων ἁρμονίαν εἰδὼς οἶδε τὸ ὁμαλὸν τῆς τέχνης, κἂν ἡ ὄψις τῶν