Ancient Greek · ~2 min
Sect 6
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In sanctum pascha (sermo 7) [Sp.] 6
Not analysed yet
Οὔτε γὰρ Ἰουδαῖοι μίαν ἡμέραν ἐμπρόθεσμον πρὸς τὴν τοῦ πάσχα τελεσιουργίαν τηροῦσιν, ἀλλὰ καὶ τὸν <πρῶτον> μῆνα, ὡς οἴονται, τὸν καθ' ἥλιον, καὶ σελήνης τεσσαρεσκαιδεκάτην. Αὐτίκα γοῦν, εἰ συμβαίη τεσσαρεσκαιδεκάτην κατὰ σελήνην παρ' αὐτοῖς ἐμπεσεῖν μήπω ἐνστάντος πρώτου μηνός, ὑπερτίθενται ταύτην τὴν τεσσαρεσκαιδεκάτην καὶ ἐμβόλιμον τριακάδα κατὰ σελήνην ποιοῦντες ἄλλην τεσσαρεσκαιδεκάτην διὰ τὸν ἡλιακὸν πρῶτον μῆνα παραλαμβάνουσιν, ἵνα συνδρομῆς γενομένης τοῦ τε πρώτου χρόνου καὶ τῆς τεσσαρεσκαιδεκάτης κατὰ σελήνην δόξωσιν ἀπαρτίζειν τὸ βούλημα. Οὐκοῦν, ἄδελφε, ὁρᾷς ὅτι καὶ Ἰουδαῖοι τοῦτο σπουδάζουσι καὶ κοινὸν ἡμῖν τοῦτο ἐσχήκασι τὸ μὴ μίαν ἡμέραν ζητεῖν πρὸς τὴν τελετὴν ἀλλὰ χρόνους πολλούς.