Ancient Greek · ~21 min
Εἰς τὸν ἅγιον Στέφανον τὸν πρωτομάρτυρα.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In sanctum Stephanum protomartyrem [Sp.] 1.1
Not analysed yet
Στέψωμεν ἄνθεσιν ἐγκωμίων τὸν Στέφανον, καὶ τοῖς τῶν ἐπαίνων αὐτὸν περιῤῥάνωμεν ῥόδοις· ἤδη γὰρ αὐτὸς ἑαυτὸν τοῖς τῆς πίστεως προεστεφάνωσεν ἄθλοις. Ἔκειτο μὲν γὰρ ἐν γράμμασι· Μὴ φοβεῖσθε ἀπὸ τῶν ἀποκτεινόντων τὸ σῶμα· ἀλλ' ἡ περὶ τὸ σῶμα συνάφεια τὴν δυσχέρειαν εἰσῆγε. Τούτου δὲ τοῦ νεανίου βουληθέντος μαρτυρικὰς ἀναδέξασθαι νίκας, πᾶσα ἀπελήλαται δυσχέρεια· δειλία δὲ καὶ φόβος ἀργεῖν ἐμελέτησεν. Οὔτε γὰρ ἀρχιερέων ἐφοβήθη μανίαν, οὐχ ἱερέων ἐδειλίασε θρασύτητα, οὔτε πρεσβυτέρων αὐτὸν κατέπληξαν λόγοι, οὐ γραμματέων αὐτὸν ἀπειλὴ διετάραξεν, οὐ λόγοι συκοφαντῶν τὴν αὐτοῦ προθυμίαν ἐνέκοψαν, γενναίῳ δέ τινι φρονήματι εἰς τοὺς ὑπὲρ Χριστοῦ ἀγῶνας κατέσπευδε. Τίς τοίνυν θνητῶν ἀξίους ἐπαίνους τῷ ἀγωνιστῇ προσαγάγῃ; τίς ἀνθρώπων ἀνάλογον τῆς αὐτοῦ πολιτείας ἐγκώμιον διαπλέξει; ποία γλῶσσα τὰς τοῦ ἀριστέως ἐξειπεῖν δυνήσεται δόξας; ποῖον στόμα πρὸς ἔπαινον τῶν τοῦ Στεφάνου ἀγωνισμάτων ἀνοιγήσεται; ποῖα χείλη ἐπαρκέσει τὰς ἀνδραγαθίας εἰπεῖν τοῦ πρωτομάτυρος; Ἐπὶ τῆς γῆς γὰρ ἐπάλαιε, καὶ τὰ ἐν οὐρανοῖς περιεσκέπτετο· ἐν τῷ βίῳ παρῆν, καὶ τὰ ἐν ὑψίστοις περιώδευε· μετὰ τῶν θνητῶν διελέγετο, καὶ ἀθανάτοις συνετάττετο· ἀνθρώποις ἀπεμάχετο, καὶ συνεχόρευσεν ἀγγέλοις. Πᾶσα λοιπὸν ἡλικία τὸ βέβαιον ἐχέτω· Στέφανος γὰρ ἐπάλαισε, καὶ ὁ ἁρχέκακος ἔπεσεν. Ἐχέτω λοιπὸν καὶ ὁ ἐν πολιᾷ ἀγωνιζόμενος τὸ βέβαιον· καὶ ὁ ἐν γήρᾳ κατορθῶν τοὺς στεφάνους λαμβάνει, καὶ ὁ νεανίας ἀθλήσας στεφανοῦται, καὶ μειράκιον παλαῖσαν κομίζεται γέρα, καὶ νήπια ἀγωνιζόμενα κομίζονται στεφάνους, καὶ γύναια παραταξάμενα στεφανοῦνται δόξῃ, καὶ παρθένοι παλαίσασαι κομίζονται νίκας. Στεφάνου τοίνυν ἀνοίξαντος τοῦ μαρτυρίου τὰς πύλας, πᾶσα λοιπὸν ἡλικία ἐπὶ τὸ μαρτύριον τρεχέτω. Πρῶτος γὰρ Στέφανος τῷ τυράννῳ ἀντέστη, πρῶτος τὰς κατ' αὐτοῦ ἀνεδέξατο νίκας, πρῶτος τῶν καλλινίκων ἐκείνων ἀπήρξατο ἀγώνων, πρῶτος διὰ Χριστὸν τὰ τοῦ Χριστοῦ ἀνεδέξατο πάθη· ὑπέδειξε θνητοῖς, πῶς παίζεται θάνατος· ἔδειξεν ἀνθρώποις, πῶς νέκρωσις γέλως ἔσται· ἐγνώρισε τοῖς ἐν τῷ βίῳ τὰς οὐρανίους ἀνόδους. Στέφανος γὰρ πλήρης χάριτος καὶ δυνάμεως ἐποίει σημεῖα καὶ τέρατα ἐν τῷ λαῷ. Εἰς μείζονα προκοπὴν τὸν Στέφανον ἡ τοῦ Πνεύματος προεβίβαζε χάρις· τὸ γὰρ ἄμετρον τῆς αὐτοῦ πίστεως παρηγγυᾶτο τὸ βέβαιον. Διάκονος γὰρ ταγεὶς, μάρτυς ἀνεδείχθη· εἰς χηρῶν κατασταθεὶς χρείαν, εἰς θαυμάτων προέκοψε χάριν· τραπεζῶν ἐτάγη διάκονος, καὶ τεραστίων ἀνεδείχθη ἐργάτης. Στέφανος δὲ πλήρης πίστεως καὶ δυνάμεως. Ἐχέτω, φησὶν, ἐν προσηγορίᾳ τὸν τῆς νίκης στέφανον ὁ Στέφανος· Στέφανος, ὁ ἀμελέτητον πόλεμον γνωρίσας τῷ βίῳ, ὁ ἀδίδακτον μάχην ἐμφανίσας τῷ κόσμῳ. Οὐκ εἶχεν ἐν ἔθει τοῦτο ἡ φύσις, καὶ Στέφανος κατὰ ἀσωμάτου στρατιᾶς παρετάξατο μόνος. Πίστις γὰρ αὐτῷ τοὺς ἀγῶνας κατώρθου· ἐλπὶς μετὰ τέλος προετρέπετο παλαίειν. Στέφανος πλήρης πίστεως καὶ δυνάμεως. Στέφανος, ὁ αἰχμάλωτον τὸν ἀρχέκακον δείξας, ὁ προαιρέσει γενναίᾳ κατ' αὐτοῦ τρόπαια ἐγείρας, ὁ δαίμονας παρασκευάσας θρηνεῖν, καὶ ἀνθρώπους χορεύειν· Στέφανος ὁ πρῶτος τῶν μαρτύρων τροπαιοῦχος, ὁ στρατηγὸς τῶν διὰ Χριστὸν ἀγωνιζομένων. Ὃς γὰρ ἂν διὰ Χριστὸν ἄρξηται παλαίειν, Στέφανον εὑρίσκει διδάσκαλον· ὅστις μαρτυρικῶν ἐφάψεται ἀγώνων, Στέφανον μιμεῖται. Στέφανος τὸ ἀκροθίνιον τῶν διὰ Χριστὸν ἀγωνιζομένων, ἡ κρηπὶς τῶν δι' αὐτὸν ἀποθνησκόντων. Στέφανος πλήρης πίστεως καὶ δυνάμεως. Πανταχόθεν περιεπέφρακτο ὁ τοῦ Χριστοῦ στρατιώτης, ἑκατέρωθεν ἐτεθωράκιστο ὁ εὐσεβὴς πολεμάρχης· Πλήρης πίστεως καὶ δυνάμεως. Ἐπήρκεσαν, φησὶ, ταῦτα πρὸς νίκην, ἐξίσχυσαν ταῦτα παρασχεῖν τὸ τρόπαιον. Πίστις γὰρ καὶ δύναμις καὶ τὸν ἀρχέκακον ἐνίκα, καὶ Ἰουδαίους κατέπληττε. Πλήρης πίστεως καὶ δυνάμεως ἐποίει σημεῖα καὶ τέρατα μεγάλα ἐν τῷ λαῷ. Θαυμάτων ὁ ἀριστεὺς ἐνεδείκνυτο πλήθη, τεραστίων πλῆθος ὁ Χριστοῦ εἰργάζετο στρατιώτης· Ἐποίει σημεῖα καὶ τέρατα ἐν τῷ λαῷ, χωλοῖς μὲν χαριζόμενος δρόμους, παρέτοις δὲ ὑγίειαν ἐκπέμπων, ἵνα πρὸς φθόνον τοὺς ἀρχιερεῖς διεγείρῃ· οὕτως ἐπεθύμει διὰ Χριστὸν γεύσασθαι θανάτου. Εἶτα ἐκκαλεῖται κατ' αὐτοῦ ἀνδρῶν ἀσεβεστάτων πεντάπολιν. Ἀνέστησαν γὰρ, φησὶ, τινὲς τῶν ἀπὸ τῆς συναγωγῆς τῆς λεγομένης Λιβερτίνων, καὶ Κυρηναίων, καὶ Ἀλεξανδρέων, καὶ τῶν ἀπὸ Κιλικίας καὶ Ἀσίας, συζητοῦντες τῷ Στεφάνῳ. Ὢ πόσον ὄχλον ἡ κακία συνήγαγεν. ὢ πόσον δῆμον ὁ φθόνος συνέτρεψε. Λιβερτίνους, Κυρηναίους, Ἀλεξανδρεῖς, καὶ τοὺς ἀπὸ Κιλικίας καὶ Ἀσίας. Ἄπειρος, φησὶν, ὄχλος καθ' ἑνὸς παρετάξατο στρατιώτου· ἄμετρα πλήθη καθ' ἑνὸς ὥρμησαν ἀριστέως· πέντε πόλεων ἄνδρες ἐφ' ἕνα κατέδραμον νεανίαν. Ὢ τῆς ἀνιατρεύτου τῶν Ἰουδαίων κακίας. ἐξ αὐτῆς τῆς θέας ἠθέλησαν τὸν ἀριστέα ἐκφοβῆσαι, ἵνα τῇ ὑπερβολῇ τοῦ πλήθους ὑπεκλυθῇ τὰ νεῦρα. Εἶτα καὶ τάξιν οἱ παμπόνηροι ἐπιτιθέασι τῇ μάχῃ, καὶ ζητημάτων τῷ Στεφάνῳ ἐν προοιμίοις πλέκουσι λόγους. Ἀνέστησαν γὰρ, φησὶ, τινὲς ἐκ τῆς συναγωγῆς τῆς λεγομένης Λιβερτίνων, καὶ Κυρηναίων, καὶ Ἀλεξανδρέων, καὶ τῶν ἀπὸ Κιλικίας καὶ Ἀσίας, συζητοῦντες τῷ Στεφάνῳ. Τί, φασὶν, ὦ νεανία, ἀπερισκέπτως ὑβρίζεις τὸ Θεῖον; τί μεμελετημένοις λόγοις πείθεις τὸν ὄχλον; τί θαυμάτων ἀπάτῃ διασκεδάζεις τὸ ἔθνος; Ὧδε τῶν ζητημάτων τὸ πέρας· Θεός ἐστιν ὁ ἐκ Μαρίας τεχθείς; Δημιουργὸς ὁ τοῦ τέκτονος υἱός; οὐ Βηθλεὲμ τούτου κώμη, καὶ τροφὸς ἡ Ναζαρέτ; Θεὸν φαντάζῃ τὸν ἐπὶ γῆς τεχθέντα; Θεὸς, ὁ δι' εὐτέλειαν σπαργανωθεὶς ἐν τῇ φάτνῃ; ὁ ἀποδράσας ὀργισθέντα τὸν Ἡρώδην; ὁ πρὸς κάθαρσιν λουτρὸν δεξάμενος Ἰορδάνην; ὁ πείνῃ δουλεύσας καὶ δίψῃ; ὁ κόπου αἰσθόμενος καὶ ὕπνου, ὁ κρατηθεὶς, καὶ μὴ ἰσχύσας διαδρᾶσαι; ὁ ῥαπισθεὶς, καὶ ἑαυτὸν μὴ ἐκδικήσας; ὁ ἀναρτηθεὶς, καὶ κατελθεῖν μὴ ἰσχύσας; ὁ ἐπάρατον καὶ ἐφύβριστον εὑράμενος τέλος; Τὸν ἐν τάφῳ τεθέντα, ἐν οὐρανοῖς εἶναι φαντάζῃ; τὸν παραπλήσιον θνητοῖς, νεκρῶν ζωὴν εἶναι κηρύττεις; Κατεδέχετο οὖν Θεὸς ταῦτα παθεῖν; οὐκ ἐκέλευσε, καὶ τοὺς ἐπελθόντας ἐνέκρου; οὐχὶ προστάττων αἰφνίδιον ἐπῆγε τὸν θάνατον; Ἢ παῦσαι τοίνυν τῆς πλάνης, ἢ τὸν ἴσον αὐτοῦ δέχου καὶ σὺ θάνατον.