Ancient Greek · ~27 min
Εἰς τὸν ἅγιον Στέφανον τὸν πρωτομάρτυρα.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In sanctum Stephanum protomartyrem [Sp.] 2.1
Not analysed yet
Τοιαῦτά τινα λέγοντες ἦσαν συζητοῦντες τῷ Στεφάνῳ. Εἶτα ὁ Στέφανος· Οὐ παρ' ὑμῖν φυλάττονται τῶν προφητῶν τὰ συγγράμματα; οὐχ ὑμεῖς τὰς τῆς Παλαιᾶς ἀναπτύσσετε βίβλους; οὐκ ἐλέγετε ἀλλήλοις, Ἡμεῖς οἴδαμεν, ὅτι Μωϋσῆ λελάληκεν ὁ Θεὸς, τοῦτον δὲ οὐκ οἴδαμεν πόθεν ἐστίν· ἡμεῖς τοῦ Μωϋσέως μαθηταί ἐσμεν; Οὐχὶ Μωϋσῆς ἔλεγε· Προφήτην ὑμῖν ἀναστήσει Κύριος ὁ Θεὸς ἐκ τῶν ἀδελφῶν ὑμῶν ὡς ἐμέ· αὐτοῦ ἀκούσεσθε; οὐ προέγραψε πόῤῥωθεν Μιχαίας· Καὶ σὺ, Βηθλεὲμ γῆ Ἰούδα, οὐδαμῶς ἐλαχίστη εἶ ἐν τοῖς ἡγεμόσιν Ἰούδα· ἐκ σοῦ γὰρ ἐξελεύσεται ἡγούμενος; οὐ τῆς ἀπειρογάμου ὁ Ἡσαΐας προανήγγειλε τὸν τόκον· Ἰδοὺ ἡ παρθένος ἐν γαστρὶ ἕξει; οὐ τῶν ἐν τῇ φάτνῃ ζώων τὴν παράστασιν ὁ Ἀμβακοὺμ προεῖπεν· Ἐν μέσῳ δύο ζώων γνωσθήσῃ; οὐ τὴν ἐν Αἰγύπτῳ φυγὴν δι' Ἡρώδην εἶπεν ὁ Ἡσαΐας· Ἰδοὺ Κύριος ἔρχεται ἐπὶ νεφέλης κούφης εἰς Αἴγυπτον; οὐ τῶν ὑδάτων τοῦ Ἰορδάνου τὸν δρασμὸν ὁ Δαυῒδ προεμήνυσεν· Εἴδοσάν σε ὕδατα, ὁ Θεὸς, εἴδοσάν σε ὕδατα, καὶ ἐφοβήθησαν; οὐ τῶν κόπων καὶ πόνων τὴν ἔκβασιν ὁ Ἡσαΐας προέγραψεν· Αὐτὸς τὰς ἁμαρτίας ἡμῶν ἔλαβε, καὶ τὰς νόσους ἐβάστασεν; οὐ τῶν ἥλων τὴν βίαν Δαυῒδ προεῖπεν ὁ προφήτης· Ὤρυξαν χεῖράς μου καὶ πόδας μου; οὐ τὴν ἐν τῷ ξύλῳ ἀνάρτησιν ὁ Μωϋσῆς προανεκήρυξεν· Ὄψεσθε τὴν ζωὴν ὑμῶν κρεμαμένην ἐπὶ ξύλου; οὐ τὴν ταφὴν τὴν ἐν μνημείῳ ὁ Ἰακὼβ προέγραψεν· Ἀναπεσὼν ἐκοιμήθη ὡς λέων; οὐ τὰ τῆς ἀναστάσεως προανεβόησεν ὁ Δαυΐδ· Ἀνάστα, ὁ Θεὸς, κρῖνον τὴν γῆν; οὐ τὰ τῆς ἀναλήψεως ὁ αὐτὸς προεῖπεν· Ἀνέβη ὁ Θεὸς ἐν ἀλαλαγμῷ; Ἢ δείξατε τοίνυν ἐν ἄλλῳ τινὶ τῶν προφητειῶν τὴν ἔκβασιν, ἢ ὡς. Θεῷ τῷ ἐσταυρωμένῳ προσκυνεῖτε. Ὑμεῖς γὰρ, ὦ ἀνόητοι, μὴ γινώσκοντες τὴν προφητείαν Μωϋσέως, ἐνομίζετε ψιλὸν ἄνθρωπον σταυροῦν· ἀλλ' ὁ ἐξ ὑμῶν, καθ' ὑμῶν δὲ μᾶλλον, τὸ σκεῦος τῆς ἐκλογῆς, Παῦλος κράζει· Εἰ γὰρ ἔγνωσαν, οὐκ ἂν τὸν Κύριον τῆς δόξης ἐσταύρωσαν. Περὶ αὐτοῦ ἐλέγχων ὑμᾶς ὁ κορυφαῖος τῶν ἀποστόλων ἔλεγεν· Ὑμεῖς δὲ τὸν ἅγιον καὶ δίκαιον ἡρνήσασθε, καὶ ᾐτήσασθε ἄνδρα φονέα χαρισθῆναι ὑμῖν, τὸν δὲ ἀρχηγὸν τῆς ζωῆς ἀπεκτείνατε. Ταύτην ὑμῶν τὴν φωνὴν πόῤῥωθεν εἰδὼς Ἡσαΐας ἔλεγεν· Οὐαὶ τοῖς λέγουσι τὸ πικρὸν γλυκὺ, καὶ τὸ γλυκὺ πικρόν. Οὕτω τοίνυν διαλεγομένου τοῦ Στεφάνου, Οὐκ ἴσχυον ἀντιστῆναι τῇ σοφίᾳ καὶ τῷ Πνεύματι, ᾧ ἐλάλει. Καὶ καλῶς εἴρηται τὸ, Ἀντιστῆναι. Ἐπειδὴ γὰρ ἀνωτέρω εἶπεν, Ἀνέστησάν τινες τῶν ἐκ τῆς συναγωγῆς, ὧδε λέγει, Οὐκ ἴσχυον ἀντιστῆναι. Εἰς σιωπὴν οὖν ὠθοῦντο τὴν γλῶσσαν, συνέκλειον ἅπαντες τὰ οἰκεῖα χείλη, ἀνέστελλον τῶν λόγων τὰ βέλη, ἀπεκράτησαν τῶν ῥημάτων τὰ τόξα, ὑπὸ τὴν γλῶσσαν ἔκρυψαν τῆς κακίας τὸ δόρυ. Οὐκ ἴσχυον ἀντιστῆναι τῇ σοφίᾳ καὶ τῷ Πνεύματι, ᾧ ἐλάλει. Ὢ τῶν καινῶν πραγμάτων. πῶς καλῶς συγγράφεται ὁ ἀοίδιμος Λουκᾶς; πῶς τὰς ἐπαγγελίας τοῦ Χριστοῦ εἰς πέρας ἕλκει; Εἶπε γὰρ ὁ Χριστὸς, ὅτι Δώσω ὑμῖν στόμα καὶ σοφίαν, ᾗ οὐ δυνήσονται ἀντιστῆναι πάντες οἱ ἀντικείμενοι ὑμῖν. Καλῶς οὖν λέγει· Οὐκ ἴσχυον ἀντιστῆναι τῇ σοφίᾳ, καὶ τῷ Πνεύματι, ᾧ ἐλάλει. Ποίᾳ σοφίᾳ; Τῷ Χριστῷ τῷ ἐν αὐτῷ φθεγγομένῳ. Καὶ ὅτι ὁ Χριστὸς σοφία, ἡκέτω Παῦλος λέγων· Χριστὸς Θεοῦ δύναμις, καὶ Θεοῦ σοφία. Ὅτι δὲ λαλεῖ ἐν τοῖς εὐχαριστοῦσι, γράφων ἐν ἄλλοις ἔλεγεν· Εἰ δοκιμὴν ζητεῖτε τοῦ ἐν ἐμοὶ λαλοῦντος Χριστοῦ, ὃς εἰς ὑμᾶς οὐκ ἀσθενεῖ, ἀλλὰ δυνατεῖ ἐν ὑμῖν. Καὶ οὐκ ἴσχυον ἀντιστῆναι τῇ σοφίᾳ, τουτέστι, τῷ Χριστῷ. Τίς γὰρ ἀντιστήσεται αὐτῷ, καὶ ὑπομενεῖ; Καὶ οὐκ ἴσχυον ἀντιστῆναι τῇ σοφίᾳ καὶ τῷ Πνεύματι, ᾧ ἐλάλει. Ποίῳ πνεύματι; Τῷ Παρακλήτῳ, περὶ οὗ ἐν πρώτοις ἔλεγε· Στέφανος δὲ πλήρης πίστεως καὶ δυνάμεως· καὶ αὖθις, Ὑπάρχων δὲ Πνεύματος ἁγίου πλήρης, ἀτενίσας εἰς τὸν οὐρανὸν, εἶδε δόξαν Θεοῦ. Τότε οὖν ὑπέβαλον ἄνδρας λέγοντας, ὅτι Ἀκηκόαμεν αὐτοῦ λαλοῦντος ῥήματα βλάσφημα εἰς Μωϋσῆν καὶ τὸν Θεόν. Διεδέξατο ψευδομαρτυρία τὸν φθόνον. Ὑπέβαλον ἄνδρας. Ἀργυρίου ἠγόρασαν τὸ ψεῦδος, Δεῦτε, λέγοντες, ὦ τίμιοι ἄνδρες, τοῖς ἡμετέροις τὰ ὑμέτερα διακονήσατε· ἐν τοῖς ἡμῶν σκέμμασιν ἡ ὑμῶν ὑπουργήσειε γλῶσσα· τοῖς ἡμετέροις βουλεύμασιν ὑπηρετήσειε τὸ ὑμέτερον στόμα. Ἔκδικος γάρ τις τοῦ Γαλιλαίου ἀνέστη, ὑπέρμαχος ἐκείνου ἠγέρθη καὶ ἀντίμαχος. Θεὸν ἐν τάφῳ κείμενον γεραίρει· Δημιουργὸν τὸν ἐν τύμβῳ συγκλεισθέντα κηρύττει. Τὸν ἐν μνημείῳ τεθέντα ἐν τοῖς οὐρανοῖς φαντάζεται εἶναι· τὸν ὑπὸ στρατιωτῶν ἐμπαιχθέντα, σὺν τῇ στρατιᾷ τοῦ οὐρανοῦ φημίζει παραγενέσθαι· τὸν μήτε ἑαυτὸν ἐκδικῆσαι ἰσχύσαντα, κριτὴν ἐπαγγέλλεται τῆς κτίσεως. Ἰωσὴφ ἀπέθετο τὸ τούτου σῶμα ἐν μνημείῳ, καὶ οὗτος αὐτὸν ἐκ δεξιῶν τοῦ Θεοῦ φαντάζεται ὑπάρχειν. Οἱ μαθηταὶ αὐτὸν ἠρνήσαντο, ὡς ἀπατεῶνα, καὶ οὗτος λέγει, ὅτι πᾶσα γλῶσσα αὐτῷ ἐξομολογήσεται· ἐκ τοῦ σταυροῦ οὐκ ἴσχυσε καταβῆναι, καὶ δευτέραν αὐτοῦ παρουσίαν οὗτος ἐκ τῶν οὐρανῶν ἐπαγγέλλεται· οἱ κακοῦργοι αὐτὸν ἐβλασφήμουν μὴ δυνάμενον μήτε ἑαυτὸν σῶσαι, μήτε ἐκείνους· καὶ οὗτος τρανότατα κράζει, ὅτι αὐτός ἐστιν ὁ Σωτὴρ τοῦ κόσμου. Εἴδετέ ποτε τοιοῦτον τόλμημα; ἠκούσατε δὲ ὅλως τοιαύτης ἀπονοίας καὶ βλασφημίας ῥήματα; ὑπουργήσατε τοίνυν τῇ σκήψει, καὶ ἐπίκοινον παρὰ τῶν νῦν κομίσεσθε κλέος. Εἶτα οἱ ἀπόγονοι τῶν ἐπὶ Ναβουθὲ συκοφαντῶν τούτοις ἐχρήσαντο λόγοις· Ἀκηκόαμεν λαλοῦντος αὐτοῦ ῥήματα βλάσφημα εἰς Μωϋσῆν καὶ τὸν Θεόν. Κατ' αὐτοῦ, φησὶ, τοῦ νομοθέτου ἀπετόλμησε λέγειν· αὐτὸς παρήγγειλεν ἡμῖν λέγων, Προσέχετε, λαός μου, τὸν νόμον μου· καὶ οὗτος κράζει, ὅτι Ἰησοῦς ἀλλάξει τὰ ἔθη, ἃ παρέδωκεν ἡμῖν Μωϋσῆς. Εἰς Μωϋσῆν ἐβλασφήμησε, τὸν σεβάσμιον παρ' ὅλῳ τῷ ἔθνει, τὸν εἰς συμμαχίαν ὅλην λαβόντα τὴν κτίσιν, τὸν δουλείας χαλεπῆς ἐλευθερώσαντα τὸ ἔθνος, τὸν ῥάβδῳ τὰ τῆς θαλάττης τειχίσαντα ὕδατα, τὸν βυθίσαντα προσευχῇ τὰ τῶν Αἰγυπτίων στρατεύματα, τὸν ἐν νυκτὶ προσευχῇ οὐράνιον ἀνάψαντα στῦλον, τὸν μεθοδεύσαντα οὐράνιον ἀγεώργητον ἄρτον, τὸν ἐξαντλήσαντα τῇ ῥάβδῳ τῆς ἀγόνου τὰ ῥεῖθρα. Εἰς Μωϋσῆν. Καὶ τί τῷ, Εἰς Μωϋσῆν, παρατείνω τὸν λόγον, καὶ τὸν Θεόν; Εἰς αὐτὸν τὸν οὐρανὸν ἠκόντισε τὰ βέλη· κατ' αὐτοῦ τοῦ Δημιουργοῦ ἐξέτεινε τὴν γλῶσσαν· νεκρὸν ἀντίθεον κηρύττει τοῦ Κτίστου. Εἰς Μωϋσῆν, καὶ εἰς τὸν Θεόν. Συνεκίνησάν τε τὸν λαὸν, καὶ τοὺς πρεσβυτέρους, καὶ τοὺς γραμματεῖς· καὶ ἐπιστάντες ἥρπασαν αὐτὸν, καὶ ἤγαγον εἰς τὸ συνέδριον. Εἰς ὀργὴν τὸν λαὸν συνεκίνησαν, καὶ ἥρπασαν αὐτόν· ἥρπασαν οἱ θῆρες τὸ πρόβατον, καὶ ἤγαγον εἰς τὸ συνέδριον, τὸ ὑποκρίσεως ἀνάμεστον καὶ φθόνου· εἰς τὸ συνέδριον τὸ ἀλλότριον ἀληθείας, καὶ χηρεῦον δικαίου· καὶ ἤγαγον αὐτὸν εἰς τὸ συνέδριον, περὶ οὗ πόῤῥωθεν κέκραγεν Ἱερεμίας· Οὐκ ἐκάθισα ἐν συνεδρίῳ αὐτῶν ματαιότητος· Καὶ ἔστησαν μάρτυρας ψευδεῖς λέγοντας· Ὁ ἄνθρωπος οὗτος οὐ παύεται λαλῶν ῥήματα βλάσφημα κατὰ τοῦ τόπου τοῦ ἁγίου καὶ τοῦ νόμου. Τὸ ἱερὸν, φησὶ, τὸν τόπον τοῦτον οὐκ ἠρυθρίασεν ἐνυβρίσαι, ὅπου τὰ θεῖα ἀναγινώσκονται ῥήματα, ὅπου τῶν προφητῶν σαλπίζονται τὰ συγγράμματα, ἔνθα αἱ πλάκες καὶ τὸ οὐράνιον μάννα, ὅπου ἡ κιβωτὸς καὶ ἡ τοῦ Ἀαρὼν ῥάβδος, ὅπου ἀρχιερέων πολιὰ, καὶ πρεσβυτέρων ἀξίωμα, καὶ γραμματέων τιμή· ἀλλὰ παίγνιον ἡγεῖται τὸν τόπον, εὐτελὲς τὸ ἱερὸν ἀποφαίνεται. Καὶ οὐ μόνον κατὰ τοῦ τόπου ἐτόλμησε φθέγξασθαι, ἀλλὰ καὶ κατὰ τοῦ νόμου. Σκιὰν τὸν νόμον εἶναι φαντάζεται· τύπον τὴν Παλαιὰν ἀνυποστόλως κηρύττει· μείζονα τὸν Γαλιλαῖον εἶναι λέγει Μωϋσέως, ἰσχυρότερον τὸν ἐκ Μαρίας τοῦ νομοθέτου κηρύττει· οὐκ ἠρυθρίασε τῶν πρεσβυτέρων τὴν ἀξίαν, οὐκ ἐδειλάνθη τῶν γραμματέων τὰ πλήθη, ἀλλ' ἐβλασφήμησε κατὰ τοῦ τόπου καὶ τοῦ νόμου.