Ancient Greek
ΚΕΦΑΛ. Ζʹ
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Interpretatio in Danielem prophetam [Sp.] ΚΕΦΑΛ. Ζʹ.1
Not analysed yet
Ἐν τῷ πρώτῳ ἔτει Βαλτάσαρ, βασιλέως Χαλδαίων, Δανιὴλ ἐνύπνιον εἶδεν· καὶ αἱ ὁράσεις τῆς κεφαλῆς αὐτοῦ ἐπὶ τῆς κοίτης αὐτοῦ, καὶ τὸ ἐνύπνιον ἔγραψεν. Ἀρχὴ λόγων αὐτοῦ. Καὶ ἀποκριθεὶς εἶπεν· Ἐγὼ Δανιὴλ ἐθεώρουν ἐν τῇ ὁράσει μου τῆς νυκτός· καὶ ἰδοὺ οἱ τέσσαρες ἄνεμοι τοῦ οὐρανοῦ προσέβαλλον εἰς τὴν θάλασσαν τὴν με γάλην. Καὶ τέσσαρα θηρία μεγάλα ἀνέβαινεν ἐκ τῆς θαλάσσης, διαφέροντα ἀλλήλων. Τὸ πρῶτον, ὡσεὶ λέαινα, καὶ πτερὰ αὐτῆς ὡσεὶ ἀετοῦ. Ἐθεώρουν ἕως οὗ ἐξετίλαντο τὰ πτερὰ αὐτῆς, καὶ ἐξήρθη ἀπὸ τῆς γῆς, καὶ ἐπὶ ποδῶν ἀνθρώπου ἐστάθη, καὶ καρδία ἀνθρώπου ἐδόθη αὐτῇ. Καὶ ἰδοὺ θηρίον ἕτερον ὅμοιον ἄρκῳ, καὶ εἰς μέρος ἓν ἐστάθη· καὶ τρία πλευρὰ ἐν τῷ στόματι αὐτῆς, ἀνὰ μέσον τῶν ὀδόντων αὐτῆς. Καὶ οὕτως ἔλεγον αὐτῇ· Ἀνάστα, φάγε σάρκας πολλάς. Ὀπίσω τούτου ἐθεώρουν, καὶ ἰδοὺ ἕτερον θηρίον ὡσεὶ πάρδαλις· καὶ αὐτῇ πτερὰ τέσσαρα πετεινοῦ ὑπεράνω αὐτῆς, καὶ τέσσαρες κεφαλαὶ τῷ θηρίῳ, καὶ ἐξουσία ἐδόθη αὐτῷ. Ὀπίσω τούτου ἐθεώρουν ἐν ὁράματι τῆς νυκτὸς, καὶ ἰδοὺ θηρίον τέταρτον, φοβερὸν, καὶ ἔκθαμβον, καὶ ἰσχυρὸν περισσῶς· καὶ οἱ ὀδόντες αὐτοῦ σιδηροῖ καὶ μεγάλοι· ἐσθίον, καὶ λεπτῦνον· καὶ τὰ ἐπίλοιπα τοῖς ποσὶ συνεπάτει· καὶ αὐτὸ διαφέρον περισσῶς παρὰ πάντα τὰ θηρία τὰ ἔμπροσθεν αὐτοῦ· καὶ κέρατα αὐτοῦ δέκα. Προσενόουν τοῖς κέρασιν αὐτοῦ· καὶ ἰδοὺ κέρας ἕτερον μικρὸν ἀνέβαινεν ἐν τῷ μέσῳ αὐτοῦ, καὶ τρία κέρατα τῶν ἔμπροσθεν αὐτοῦ ἐξεῤῥιζώθη ἀπὸ προσώπου αὐτοῦ. Καὶ ἰδοὺ ὀφθαλμοὶ, ὡσεὶ ὀφθαλμοὶ ἀνθρώπου ἐν τῷ κέρατι τούτῳ, καὶ στόμα λαλοῦν μεγάλα. Τίνος ἕνεκεν οὐχὶ γυναῖκας εἶπεν ὅτι εἶδεν; Ἀλλ' ὅτε μὲν δίκην καὶ ἀρὰν ἔδει παραστῆσαι, γυναῖκας παρήγαγεν· ὅτε δὲ βασιλείας, θηρία. Πρᾶγμά ἐστιν ἡ βασιλεία, σωματοποιεῖ οὖν αὐτό. Οὐκ οὖν ἐχρῆν; Καὶ καλῶς. Ἀλλ' ἐπειδὴ αἱ ποιότητες αὐτῶν μάλιστα ἐν τοῖς θηρίοις εἰσὶ, διὰ τοῦτο αὐτῶν ἐδεήθη. Ἐβουλήθη δεῖξαι τὸ ἐν ἀγριότητι ἁβρὸν, καὶ λέαιναν παρήγαγεν. Ἐβουλήθη δεῖξαι τὸ νωθὲς, καὶ ἄρκον παρήγαγεν. Ἐβουλήθη δεῖξαι τὸ ταχὺ καὶ κοῦφον, καὶ ἐπειδὴ πολέμοις κατέλυσαν ἅπαντες τὰς ἀρχάς· καὶ πάρδαλιν παρήγαγε. Καὶ ὅρα ὅπως καλῶς ἐθεώρησε τὴν θάλασσαν πρῶτον, πᾶσαν τὴν οἰκουμένην. Τοσαύτης γὰρ γέμει ταραχῆς, καὶ οὕτω φέρεται, ὡς ἰχθύων, οὐχὶ ἀνθρώπων πεπληρωμένη. Τοῦτο καὶ ὁ Χριστὸς δηλοῖ, ὅτι θάλασσα ὁ παρὼν βίος ἐστὶν, ἐν τῷ λέγειν· Ὡμοιώθη ἡ βασιλεία τῶν οὐρανῶν σαγήνῃ βληθείσῃ εἰς τὴν θάλασσαν, καὶ ἐκ παντὸς γένους συναγούσῃ. Καὶ ἰδοὺ, φησὶ, οἱ τέσσαρες ἄνεμοι τοῦ οὐρανοῦ προσέβαλλον εἰς τὴν θάλασσαν τὴν μεγάλην. Δηλοῖ ὅτι ἐκεῖθεν τὰ θηρία, [καὶ] τὸ ταχὺ τῆς τοῦ Θεοῦ προνοίας. Καὶ γὰρ ἡμεῖς ἐπὶ τῆς ταχυτῆτος τοὺς ἀνέμους παράγομεν εἰς μέσον. Ἐνέπεσαν εἰς τὴν θάλασσαν· καὶ ἀνέδυ, φησὶ, τὰ θηρία ἀπὸ τῆς θαλάσσης. Καὶ γὰρ ἀπὸ τῆς φύσεως τῆς ἡμετέρας οἱ ἄρχοντες ἡμῶν. Οὕτω καὶ τὸν βασιλέα λέοντα καλεῖ πολλάκις, τὸ βασιλικὸν ὁμοῦ καὶ θηριῶδες δεῖξαι βουλόμενος. Ἢ ἐπειδὴ ὁ μὲν ἀνατολικώτερος, ὁ δὲ ἐξ ἄρκτου, ὁ δὲ ἀπὸ νότου. Ὡς ἂν εἴποι τις, Ἀνέτρεψε τὴν θάλασσαν, ἀνετάραξαν ἐκ τοῦ οὐρανοῦ Διαφέροντα ἀλλήλων. Τὸ πρῶτον ὡσεὶ λέαινα. Καθάπερ ἐν ὀνείρῳ· οὐ γὰρ αὕτη τῶν πραγμάτων ἡ φύσις ἦν. Διὰ δύο συμβόλων τὸ βασιλικὸν ἐνδείκνυται. Τινὲς δέ φασιν, ὅτι τὸν Ἀσσύριον ἐκράτησε, διὰ τοῦτο δύο. Καὶ ἐθεώρουν ἕως οὗ ἐξετίλαντο τὰ πτερὰ αὐτῆς, τουτέστι ἡ ἀρχὴ, καὶ ἤρθη ἀπὸ τῆς γῆς, καὶ ἐπὶ ποδῶν ἀνθρώπου ἐστάθη· καὶ καρδία ἀνθρώπου ἐδόθη αὐτῇ. Γοργὸν τὸ ζῶον. Ἑκατέρωθεν εἶχε τὴν ἰσχὺν ταχυτῆτος, ἄνωθεν μὲν ἀπὸ τῶν πτερῶν, κάτωθεν δὲ ἀπὸ τῶν ποδῶν· ἀλλ' ἑκατέρα ἡ ταχυτὴς ἀνῃρέθη, ἐκείνων μὲν ἐκταλέντων (l. ἐκτιλ.) ,καὶ μηδὲ φανέντων λοιπὸν, τούτων δὲ μεταπεσόντων ἐπὶ τοὺς ἀσθενεστέρους, τοὺς ἀνθρώπους. Καὶ καρδία ἀνθρώπου ἐδόθη αὐτῇ. Τοῦτο γὰρ ἐν ἐκείνῳ τῷ ζώῳ, τὸ γαῦρον. Ταπεινὸς, φησὶ, ἥμερος, χειροήθης ἐγένετο ὁ βασιλεύς. Καὶ ἰδοὺ θηρίον ἕτερον ὅμοιον ἄρκῳ, καὶ εἰς μέρος ἓν ἐστάθη, καὶ τρία πλευρὰ ἐν τῷ στόματι αὐτῆς ἀνὰ μέσον τῶν ὀδόντων αὐτῆς. Καὶ οὕτως ἔλεγον αὐτῇ· Ἀνάστηθι, φάγε σάρκας πολλάς. Ἐπὶ τῶν Περσῶν ἐγένετο τὸ βραδὺ τῶν ἀνθρώπων. Ἐπὶ Μήδων καὶ Περσῶν τρία πλευρὰ, ἤτοι τόπους, ἢ τὰς βασιλείας, ἃς συνεῖλεν. Ἔλεγον αὐτῷ· Ἀνάστηθι, φάγε σάρκας πολλάς. Οὗτοι γὰρ εἷλον καὶ Βαβυλῶνα, καὶ τὰς πολλὰς εἰργάσαντο συμφοράς. Ὀπίσω τούτου ἐθεώρουν· καὶ ἰδοὺ ἕτερον θηρίον, ὡσεὶ πάρδαλις· καὶ αὐτῇ πτερὰ τέσσαρα πετεινοῦ ὑπεράνω αὐτῆς, καὶ τέσσαρες κεφαλαὶ τῷ θηρίῳ· καὶ ἐξουσία ἐδόθη αὐτῷ. Εἶτα, φησὶ, πάρδαλις· Ἀλέξανδρος ὁ τῶν Μακεδόνων βασιλεὺς, πᾶσαν διαπτὰς τὴν οἰκουμένην. Οὐδὲν γὰρ τούτου γοργότερον, οὐδὲ ὀξύτερον γέγονεν, ἀλλὰ σφοδρός τις ἦν καὶ ὀξὺς, καθάπερ τοῦτο τὸ θηρίον. Τέσσαρα, φησὶ, πτερὰ πετεινοῦ ὑπεράνω αὐτῆς. Τουτέστιν, ἅπασαν προσέλαβε τὴν ἰσχύν. Πέρσας γὰρ εἰς δέκα τρεῖς βασιλείας διελὼν, ἅπαντας ἐχειρώσατο. Εἶδες αὐτοῦ τὴν ταχυτῆτα; Καὶ ἀπὸ τῆς φύσεως τοῦ θηρίου, καὶ ἀπὸ τῶν πτερῶν. Πᾶσαν διέδραμε τὴν οἰκουμένην. Καὶ κεφαλαὶ, φησὶ, τέσσαρες τῷ θηρίῳ. Καὶ ἡ βασιλεία καὶ ἡ ἐξουσία ἐδόθη αὐτῷ. Εἶτα λέγει ταύτης τὴν παρουσίαν, τὴν ποικίλην καὶ παντοδαπῆ, καὶ οὐκ ἔχει εἰκόνα εἰπεῖν· οὕτως ἐξαλλάττον τι τὸ θηρίον ἦν. Πάσας γὰρ ἐκείνας ἐνίκησε. Ταῖς μὲν ἄλλαις, ἀπὸ τοῦ τάχους ἦν ἡ ἰσχύς· τούτου δὲ ἀπὸ τῶν ὀδόντων· σιδηροῖ ἦσαν. Καὶ τὰ ἐπίλοιπα τοῖς ποσὶν αὐτοῦ συνεπάτει. Τοὺς πολλοὺς λέγει πολέμους. Τίνες οἱ δέκα βασιλεῖς; τί τὸ μικρὸν κέρας; Ἐγὼ τὸν Ἀντίχριστόν φημι μεταξύ τινων φαίνεσθαι βασιλέων. Καὶ ὀφθαλμοὶ, ὡς ὀφθαλμοὶ ἀνθρώπου ἐν τῷ κέρατι τούτῳ, καὶ στόμα λαλοῦν μεγάλα. Τί γὰρ ἐκείνου τοῦ στόματος μεῖζον γένοιτ' ἂν τοῦ λέγοντος, Ἐπὶ πάντα λεγόμενον θεὸν ἢ σέβασμα, ὥστε αὐτὸν εἰς τὸν ναὸν τοῦ Θεοῦ καθίσαι; Εἰ δὲ ὀφθαλμοὶ ἀνθρώπου, μὴ θαυμάσῃς· καὶ γὰρ τοιαῦτα φθέγγεται. Ἄνθρωπός ἐστι, φησί. Διὰ τί δὲ μικρὸν, καὶ οὐκ ἐξ ἀρχῆς μέγα φαίνεται; Ἀλλ' ὕστερον αὐξηθήσεται, καὶ κρατήσει τινῶν βασιλέων. Τί οὖν; Οὐκέτι βασιλεία διαδέχεται τοῦτον, ἀλλ' αὐτὸς ὁ Θεὸς καταλύει. Ἐθεώρουν, ἕως οὗ θρόνοι ἐτέθησαν, καὶ Παλαιὸς ἡμερῶν ἐκάθητο· καὶ τὸ ἔνδυμα αὐτοῦ λευκὸν ὡσεὶ χιών· καὶ ἡ θρὶξ τῆς κεφαλῆς αὐτοῦ ὡσεὶ ἔριον καθαρόν· ὁ θρόνος αὐτοῦ φλὸξ πυρός· οἱ τροχοὶ αὐτοῦ πῦρ φλέγον. Ποταμὸς πυρὸς εἷλκεν ἐκπορευόμενος ἔμπροσθεν αὐτοῦ. Χίλιαι χιλιάδες ἐλειτούργουν αὐτῷ, καὶ μύριαι μυριάδες παρειστήκεισαν ἔμπροσθεν αὐτοῦ. Κριτήριον ἐκάθισε, καὶ βίβλοι ἀνεῴχθησαν. Συντείνωμεν τὴν διάνοιαν, ἀγαπητοί. Οὐ γὰρ περὶ μικρῶν ὁ λόγος ἐστί. Θρόνοι, φησὶν, ἐτέθησαν, καὶ ὁ Παλαιὸς ἡμερῶν ἐκάθητο. Τίς ἐστιν οὗτος; Ὥσπερ ἀκούσας ἄρκον, οὐκ ἄρκον ἐνόησας, καὶ λέαιναν, οὐ τοῦτο ὑπώπτευες, ἀλλὰ βασιλείας· καὶ θάλασσαν, οὐ θάλασσαν, ἀλλὰ τὴν οἰκουμένην, δι' ἑτέρων ἕτερα· οὕτω καὶ νῦν. Παλαιὸς ἡμερῶν τί ἐστιν; Γεγηρακότι τινὶ ἐῴκει. Πρὸς γὰρ τὰς χρείας τῶν πραγμάτων, δι' ἃς φαίνεται, τυποῖ ἑαυτὸν, δεικνὺς ὅτι τοῖς τοιούτοις πιστεύεσθαι τὰ κριτήρια χρή. Ὥσπερ γὰρ θρόνον ἀκούων οὐχὶ καθέδραν νοεῖς· ἀλλὰ πῶς τὸν χυδαῖόν τις ἐπισπάσαιτο, ἐπεὶ καὶ ἀλλαχοῦ ὡπλισμένος φαίνεται, καὶ ἑτέρωθεν ᾑμαγμένος; Τοῦτο οὖν βούλεται δεῖξαι, ὅτι κρίσεως καιρός. Τὸ ἔνδυμα αὐτοῦ, ὡσεὶ χιὼν, λευκόν. Τίνος ἕνεκεν; Ὅτι οὐχὶ κρίσεως καιρὸς μόνον, ἀλλὰ καὶ ἀνταποδόσεως· ὅτι πάντας δεῖ αὐτῷ παραστῆναι· ὅτι Τὸ κρῖμα αὐτοῦ, φησὶ, ὡς φῶς ἐξελεύσεται. Εἶτα Θρόνοι ἐτέθησαν. Οὐ θρόνοι, ἐν οἷς Καθήσεσθε, φησὶ, ἐπὶ δώδεκα θρόνους; Καὶ ἡ θρὶξ τῆς κεφαλῆς αὐτοῦ ὡσεὶ ἔριον καθαρόν. Τὸ πῦρ οὐδὲν ἀνήλισκεν, ἐπειδὴ γὰρ ἥμερον. Εἶδες ὄψιν καὶ σχῆμα πολιτικὸν καὶ δημαγωγικόν; Ὁ θρόνος ἐφόβει, τῷ πολύπυρος εἶναι· πῦρ οὐχ ἁπλῶς, ἀλλὰ φλέγον. Ἵνα γὰρ μὴ νομίσῃς διὰ τὴν εἰκόνα παραβεβλῆσθαι, προσέθηκεν αὐτοῦ τὴν ἐνέργειαν, εἰπὼν οὐχ ἁπλῶς πῦρ, ἀλλὰ, Πῦρ φλέγον. Ποταμὸς πυρὸς εἷλκεν ἔμπροσθεν αὐτοῦ. Χίλιαι χιλιάδες ἐλειτούργουν αὐτῷ, καὶ μύριαι μυριάδες παρειστήκεισαν ἔμπροσθεν αὐτοῦ. Κριτήριον ἐκάθισεν. Τουτέστι, διὰ τοῦτο παρεγένετο, ὥστε κριτήριον καθίσαι. Καὶ βίβλοι ἀνεῴχθησαν. Τί λέγεις; βιβλίων ὁ Θεὸς δεῖται, Ὁ τὰ πάντα εἰδὼς πρὶν γενέσεως αὐτῶν; Ὁ πλάσας κατὰ μόνας τὰς καρδίας αὐτῶν; Ἀλλὰ κατὰ τὸν νόμον τῶν ἀρχόντων τούτων λέγει, ὥσπερ τὰ ὑπομνήματα πράττεται παρ' ἡμῖν. Καθάπερ γὰρ ἐνταῦθα οὐ διὰ τοῦτο ἀναγινώσκεται, ὥστε μαθεῖν τὸν ἄρχοντα μόνον, ἀλλ' ὥστε φανῆναι δικαίαν οὖσαν τὴν κρίσιν· οὕτω καὶ τότε, εἰ καὶ οἶδε δικαίως δικάζων, ἀλλ' ὅμως ἀνοίγει τὰς βίβλους. Τίνος ἕνεκεν; Τί λέγεις, καὶ τί θέλεις εἰπεῖν; Τίνος ἕνεκεν οὐ λέγει καὶ τὰς τιμάς; Εἶπεν· Θρόνοι ἐτέθησαν, ἐπεὶ καὶ ὁ Θεὸς ταύτας ὥρισεν· ἐπειδὴ δὲ καὶ οὐκ ἠκούσαμεν, τότε τὴν τιμωρίαν καὶ τὴν κόλασιν. Καὶ οὐχ ἡμῖν πρώτην ταύτην ἀφῆκε φωνήν; Ἀπὸ τότε ἤρξατο, φησὶ, κηρύσσειν τὴν βασιλείαν τῶν οὐρανῶν. Μηδὲν σωματικὸν ὑπολάβῃς, ἀγαπητὲ, μηδὲ ἐμπεριειλῆφθαι θρόνῳ τὸν ἄπειρον Θεὸν νομίσῃς. Εἰ γὰρ Ἐν τῇ χειρὶ αὐτοῦ τὰ πέρατα τῆς γῆς· εἰ Τὰ ὄρη ἔστησε ζυγῷ· εἰ Πάντα τὰ ἔθνη ὡς σίελος ἐνώπιον αὐτοῦ ἐλογίσθη, καὶ ὡς κονιορτὸς ἐνώπιον αὐτοῦ τὰ πάντα, ὡς αὐτός φησι· ποῖος τόπος ὅλον ὁμοῦ περιβαλεῖν δυνήσεται; Ἀλλὰ τί; Οὐκ ἔστι τοῦτο, οὐκ ἐναπείληπται θρόνῳ. Εἰ δὲ ἔνδυμα εἶχε, πῶς οὐκ ἀνήλωσεν αὐτὸ τὸ πῦρ; πῶς εἶ δὲ (f. εἴη) Παλαιὸς ἡμερῶν, ὁ [f. ὃς] πρὸ πάντων τῶν αἰώνων ὑπῆρχε; πῶς δὲ καὶ παλαιός; Σὺ γὰρ, φησὶ, ὁ αὐτὸς εἶ. Πῶς οὖν παλαιός; Καὶ τὰ ἔτη σου γὰρ, φησὶ, οὐκ ἐκλείψουσιν. Πῶς δὲ καὶ ἔνδυμα γένοιτ' ἂν περὶ τὸν ἄπειρον καὶ ἀσώματον; Οὐδὲ γὰρ τῆς μεγαλωσύνης αὐτοῦ, φησὶ, ἔστι πέρας. Καὶ πάλιν· Ἐὰν ἀναβῶ εἰς τὸν οὐρανὸν, σὺ ἐκεῖ εἶ· ἐὰν καταβῶ εἰς τὸν ᾅδην, πάρει. Πῶς οὖν ἱματίῳ περιεγράφετο ἀνθρωπίνῳ, καὶ οὔτε τοῦτο ἀνήλισκεν; Ἀλλὰ μὴν καὶ ἕτερα πολλὰ ἠδύνατο ἰδεῖν ὁ προφήτης. Πῶς δὲ τρίχες ἐν πυρὶ οὐκ ἀνηλίσκοντο; Διὰ γὰρ τοῦτο ἐπήγαγεν· Ὁ θρόνος αὐτοῦ πῦρ φλέγον. Καὶ βίβλοι ἀνεῴχθησαν. Ὥστε αὐτοκατάκριτον γενέσθαι τὸν κρινόμενον. Ἐθεώρουν τότε ἀπὸ φωνῆς τῶν λόγων τῶν μεγάλων, ὧν τὸ κέρας ἐκεῖνο ἐλάλει. Θεωρῶν ἤμην, ἕως ἀνῃρέθη τὸ θηρίον, καὶ ἀπώλετο, ἀπὸ τῆς μεγαληγορίας. Καίτοι Ἀλέξανδρος προσεκύνησε τὸν Θεόν. Καὶ τὸ σῶμα αὐτοῦ ἐδόθη εἰς καῦσιν πυρός. Καὶ τῶν λοιπῶν θηρίων μετεστάθη ἡ ἀρχή· καὶ μακρότης ζωῆς ἐδόθη αὐτοῖς ἕως καιρῶν καὶ καιροῦ. Εἰ καὶ τέλος ἔσχον, ἀλλ' ὅμως τοῦτο ἐγένετο. Καὶ κετεκαύθη τὸ θηρίον, καὶ τὸ σῶμα αὐτοῦ ἐκαύθη. Τὸ παντελῶς ἀνῃρῆσθαι δηλοῖ. Ἐθεώρουν ἐν ὁράματι τῆς νυκτός· καὶ ἰδοὺ μετὰ τῶν νεφελῶν τοῦ οὐρανοῦ ὡς Υἱὸς ἀνθρώπου ἐρχόμενος ἦν. Τίς ταῦτα ἀγνοεῖ; τίς διαβλέψαι δυνήσεται; μὴ γὰρ Πέτρος ταῦτα λέγει, ὦ Ἰουδαῖε; μὴ γὰρ Παῦλος; Καὶ ἰδοὺ, φησὶ, ὡς Υἱὸς ἀνθρώπου ἐρχόμενος ἦν, καὶ ἕως τοῦ Παλαιοῦ τῶν ἡμερῶν ἔφθασεν. Ἰδοὺ καὶ τὸ ὁμότιμον. Ἐνώπιον αὐτοῦ προσηνέχθη αὐτῷ. Ἵνα ὅταν ἴδῃς διδομένην αὐτῷ τὴν βασιλείαν, μὴ ἀνθρωπίνως νομίσῃς εἶναι τὸ δεδόσθαι. Ἀπὸ γὰρ τῶν νεφελῶν τοῦ οὐρανοῦ, φησί· τὰς δὲ νεφέλας ἀντὶ τοῦ οὐρανοῦ παραλαμβάνειν εἴωθεν ἡ Γραφή. Καὶ αὐτῷ ἐδόθη ἡ ἀρχὴ, καὶ ἡ τιμὴ, καὶ ἡ βασιλεία· καὶ πάντες οἱ λαοὶ, φυλαὶ, γλῶσσαι αὐτῷ δουλεύσουσιν. Ἡ ἐξουσία αὐτοῦ ἐξουσία αἰώνιος, ἥτις οὐ παρελεύσεται· καὶ ἡ βασιλεία αὐτοῦ οὐ διαφθαρήσεται. Τί τούτου σαφέστερον; εἰπέ μοι. Καὶ πάντες λαοὶ, φησὶ, φυλαὶ, γλῶσσαι αὐτῷ δουλεύσουσιν. Ὅρα πῶς ἅπαν τὸ ἔθνος τῆς οἰκουμένης περιέγραψεν. Ὅρα καὶ τὸ κριτήριον αὐτὸν λαβόντα. Ἵνα γὰρ μὴ χρόνου νομίσῃς εἶναι τοῦτο, φησί· Ἥτις οὐ παρελεύσεται· καὶ ἡ βασιλεία αὐτοῦ οὐ διαφθαρήσεται· ἀλλ' ἕστηκε καὶ μένει. Εἰ δὲ ἀπιστεῖς, ἀπὸ πραγμάτων πείθου. Εἶδες ὁμοτιμίαν αὐτοῦ πρὸς τὸν Πατέρα; Ἐπειδὴ γὰρ ὕστερος ἐφάνη τοῦ Πατρὸς, διὰ τοῦτό φησι, ὅτι ἦλθε μετὰ τῶν νεφελῶν. Ὅτι δὲ ἦν καὶ πρώην, δῆλον ἐκ τῶν νεφελῶν· ἐπὶ τῶν νεφελῶν γὰρ ἔρχεται. Καὶ αὐτῷ προσηνέχθη ἡ τιμή. Ἣν εἶχε, τουτέστι. Καὶ λαοὶ, φυλαὶ, γλῶσσαι αὐτῷ δουλεύσουσι. Τὴν μὲν γὰρ ἀρχὴν εἶχεν ἄνω, τότε δὲ ἔλαβεν αὐτὴν ἣν εἶχεν. Ὥσπερ γὰρ ἐπὶ τοῦ Πατρὸς νοεῖς τὰς τρίχας, καὶ τὰ λοιπά· οὕτω καὶ τοῦτο. Τὸ δὲ Ἐδόθη, καὶ ὅσα τοιαῦτα ἀκούων, μηδὲν ἀνθρώπινον ὑποπτεύσῃς, μηδὲ ταπεινὸν περὶ τοῦ Υἱοῦ. Ὥσπερ γὰρ γεγηρακότα ὁρῶν, οὐχὶ γέροντα ὑποπτεύεις, οὕτω καὶ τὰ λοιπά. Μὴ γὰρ ζήτει τὴν σαφήνειαν ἐν ταῖς προφητείαις, ἔνθα σκιαὶ καὶ αἰνίγματα· ὥσπερ ἐπὶ τῆς ἀστραπῆς οὐ ζητεῖς διηνεκὲς φῶς, ἀλλὰ ἀρκεῖ φανῆναι μόνον. Ἔφριξε τὸ πνεῦμα μου, ἐγὼ Δανιὴλ ἐν τῇ ἔξει μου· καὶ αἱ ὁράσεις τῆς κεφαλῆς μου ἐτάρασσόν με. Εἰκότως ὑπὸ τῆς ὄψεως τῶν ὁρωμένων. Πατέρα καὶ Υἱὸν οὗτος καὶ πρῶτος καὶ μόνος ὁρᾷ, ὡς ἐν ὄψει. Τί ἂν ἔχοιεν Ἰουδαῖοι πρὸς τοῦτο εἰπεῖν; Μελλούσης γὰρ τῆς παρουσίας αὐτοῦ λοιπὸν ἐγγυτέρω εἶναι, εἰκότως καὶ αἱ ὄψεις θαυμασταὶ φαίνονται. Καὶ προσῆλθον ἑνὶ τῶν ἑστηκότων, καὶ τὴν ἀκρίβειαν ἐζήτουν παρ' αὐτοῦ μαθεῖν περὶ τούτων πάντων. Καὶ εἶπέ μοι τὴν ἀλήθειαν, καὶ τῶν λόγων τὴν σύγκρισιν ἐγνώρισέ μοι. Ἐρωτᾷ τί ποτέ ἐστι τὰ φαινόμενα· καὶ μανθάνει περὶ τοῦ Ἀντιχρίστου, καὶ μανθάνει βασιλείαν τέλος οὐκ ἔχουσαν. Ταῦτα, φησὶ, τὰ θηρία τὰ μεγάλα, τέσσαρες βασιλεῖαι ἀναστήσονται. Καὶ παραλήψονται τὴν βασιλείαν ἅγιοι Ὑψίστου, καὶ καθέξουσιν αὐτὴν ἕως αἰῶνος, καὶ ἕως αἰῶνος αἰώνων. Καὶ ἐζήτουν ἀκριβῶς περὶ τοῦ θηρίου τοῦ τετάρτου, ὅτι ἦν διαφέρον παρὰ πᾶν θηρίον, καὶ φοβερὸν περισσῶς· οἱ ὀδόντες αὐτοῦ σιδηροῖ, οἱ ὄνυχες αὐτοῦ χαλκοῖ· ἐσθίον καὶ λεπτῦνον, καὶ τὰ ἐπίλοιπα τοῖς ποσὶν αὐτοῦ συνεπάτει. Καὶ περὶ τῶν κεράτων αὐτοῦ τῶν δέκα, τῶν ἐν τῇ κεφαλῇ αὐτοῦ, καὶ τοῦ ἑτέρου τοῦ ἀναβάντος, καὶ ἐκτινάξαντος τῶν προτέρων τρία· καὶ τὸ κέρας ἐκεῖνο, ᾧ ὀφθαλμοὶ αὐτῷ, καὶ στόμα λαλοῦν μεγάλα, καὶ ἡ ὅρασις αὐτοῦ μείζων τῶν λοιπῶν. Ἐθεώρουν, καὶ τὸ κέρας ἐκεῖνο ἐποίει πόλεμον μετὰ τῶν ἁγίων, καὶ ἴσχυσε πρὸς αὐτοὺς, ἕως οὗ ἦλθεν ὁ Παλαιὸς τῶν ἡμερῶν, καὶ τὸ κρῖμα ἔδωκεν ἁγίοις Ὑψίστου· καὶ ὁ καιρὸς ἔφθασε, καὶ τὴν βασιλείαν κατέσχον οἱ ἅγιοι. Καὶ εἶπεν οὕτως· Τὸ θηρίον τὸ τέταρτον βασιλεία τετάρτη ἔσται ἐν τῇ γῇ, ἥτις ὑπερέξει πάσας τὰς βασιλείας, καὶ καταφάγεται πᾶσαν τὴν γῆν, καὶ συμπατήσει αὐτὴν, καὶ κατακόψει αὐτήν. Καὶ τὰ δέκα κέρατα αὐτοῦ δέκα βασιλεῖς ἀναστήσονται· καὶ ὀπίσω αὐτῶν ἀναστήσεται ἕτερος, ὃς ὑπεροίσει κακοῖς πάντας τοὺς ἔμπροσθεν, καὶ τρεῖς βασιλεῖς ταπεινώσει. Καὶ λόγους πρὸς τὸν Ὕψιστον λαλήσει, καὶ τοὺς ἁγίους Ὑψίστου παλαιώσει, καὶ ὑπονοήσει τοῦ ἀλλοιῶσαι καιροὺς καὶ νόμον· καὶ δοθήσεται ἐν χειρὶ αὐτοῦ ἕως καιροῦ. Καὶ τὸ κριτήριον ἐκάθισε· καὶ τὴν ἀρχὴν αὐτοῦ μεταστήσουσι, τοῦ ἀφανίσαι καὶ ἀπολέσαι ἕως τέλους. Καὶ ἡ βασιλεία, καὶ ἡ ἐξουσία, καὶ ἡ μεγαλωσύνη τῶν βασιλέων τῶν ὑποκάτω παντὸς τοῦ οὐρανοῦ ἐδόθη ἁγίοις Ὑψίστου· καὶ ἡ βασιλεία αὐτοῦ, βασιλεία αἰώνιος· καὶ πᾶσαι αἱ ἀρχαὶ αὐτῷ δουλεύσουσι καὶ ὑπακούσονται. Ἕως ὧδε τὸ πέρας τοῦ λόγου. Ἐγὼ Δανιήλ· οἱ διαλογισμοί μου ἐπὶ πλεῖον συνετάρασσόν με, καὶ ἡ μορφή μου ἠλλοιώθη, καὶ τὸ ῥῆμα ἐν τῇ καρδίᾳ μου συνετήρησα. Καὶ τίνος ἕνεκεν οὐκ εἶπες, ἄνθρωπε; Ὅτι οὐδὲν πρὸς Ἰουδαίους ἦν· ἀλλὰ τοὐναντίον ἐν μὲν τοῖς ῥήμασι διὰ τῆς ἀσαφείας αὐτὰ συνεκάλυπτεν, ἐν δὲ τῷ προφήτῃ συνετήρησεν ἐν τῇ καρδίᾳ. Καὶ γὰρ πρὸς τῷ τέλει φησίν· Ἰδοὺ οἱ λόγοι ἐσφραγισμένοι· καὶ βούλεται αὐτοὺς ἀσαφεῖς εἶναι. Τοῦτο ποιεῖ καὶ αὐτὸς διὰ παραβολῶν λέγων. Ὅρα πανταχοῦ πῶς τὴν βασιλείαν ἐπαίρει, ἵνα μηδὲν ἀνθρώπινον ὑποπτεύσῃς. Εἰ γὰρ καὶ πᾶσαν τὴν γῆν κατέσχον οἱ ἄνθρωποι, ἀλλ' οὐκ ἀεὶ, οὐδὲ εἰς ἄπειρον αἰῶνα. Καὶ μή μοι λεγέτω τις, ὅτι βραχὺν χρόνον λέγει. Τὸ γὰρ, Οὐ παρελεύσεται, τί ἐστιν; οὐδὲ ἔθνει ἑτέρῳ δοθήσεται; Καὶ ὅρα τὰ κατὰ Δαρεῖον καὶ Μακεδόνας. Τίνος ἕνεκεν ταῦτα; Διὰ τοὺς Ἰουδαίους. Διὰ τοῦτο καὶ Ἀλέξανδρος προσεκύνησε τὸν ναὸν, ὥς φασι, τὸ βιβλίον τοῦτο ἰδών· καὶ Ἕλληνες ἐθαύμασαν αὐτοῦ τὴν ἰσχὺν τῆς προῤῥήσεως. Περὶ τούτων οὐδεὶς εἶπεν, ἀλλ' ἢ οὗτος μόνος.