Ancient Greek · ~31 min
ΚΕΦΑΛ. Ηʹ
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Interpretatio in Danielem prophetam [Sp.] ΚΕΦΑΛ. Ηʹ.1
Not analysed yet
Ἐν ἔτει τρίτῳ τῆς βασιλείας Βαλτάσαρ ὅρασις ὤφθη πρός με, ἐγὼ Δανιὴλ, μετὰ τὴν ὀφθεῖσάν μοι ἐν τῇ ἀρχῇ. Καὶ εἶδον ἐν τῇ ὁράσει· καὶ ἐγένετο ἐν τῷ ἰδεῖν με, καὶ ἤμην ἐν Σούσοις τῇ βάρει, ἥ ἐστιν ἐν χώρᾳ Ἐλάμ. Καὶ εἶδον ἐν ὁράματι, καὶ ἤμην ἐπὶ τοῦ Οὐβάλ. Καὶ ἦρα τοὺς ὀφθαλμούς μου, καὶ εἶδον· καὶ ἰδοὺ κριὸς εἷς ἑστηκὼς πρὸ τοῦ Οὐβάλ· καὶ αὐτῷ κέρατα, καὶ τὰ κέρατα ὑψηλά· καὶ τὸ ἓν ὑψηλότερον τοῦ ἑτέρου, καὶ τὸ ὑψηλότερον ἀνέβαινεν ἐπ' ἐσχάτων. Καὶ εἶδον τὸν κριὸν κερατίζοντα κατὰ θάλασσαν, καὶ βοῤῥᾶν, καὶ νότον, καὶ λίβα· καὶ πάντα τὰ θηρία οὐ στήσονται ἐνώπιον αὐτοῦ, καὶ οὐκ ἦν ὁ ἐξαιρούμενος ἐκ χειρὸς αὐτοῦ· καὶ ἐποίησε κατὰ θέλημα αὐτοῦ, καὶ ἐμεγαλύνθη. Καὶ ἐγὼ ἤμην συνιών· καὶ ἰδοὺ τράγος αἰγῶν ἤρχετο ἀπὸ λιβὸς ἐπὶ πρόσωπον πάσης τῆς γῆς· καὶ οὐκ ἦν ἁπτόμενος τῆς γῆς· καὶ τῷ τράγῳ ἐκείνῳ κέρας θεωρητὸν ἀνὰ μέσον τῶν ὀφθαλμῶν αὐτοῦ. Καὶ ἦλθεν ὁ τράγος ἕως τοῦ κριοῦ τοῦ τὰ κέρατα ἔχοντος, ὃν εἶδον ἑστῶτα ἐνώπιον τοῦ Οὐβάλ· καὶ ἔδραμε πρὸς αὐτὸν ἐν ὀργῇ τῆς ἰσχύος αὐτοῦ. Καὶ εἶδον αὐτὸν φθάσαντα ἕως τοῦ κριοῦ, καὶ ἐξηγριώθη πρὸς αὐτὸν, καὶ ἔπαισε τὸν κριὸν, καὶ συνέτριψεν ἀμφότερα τὰ κέρατα αὐτοῦ· καὶ οὐκ ἦν ἰσχὺς τῷ κριῷ τοῦ στῆναι ἐνώπιον αὐτοῦ. Καὶ ἔῤῥιψεν αὐτὸν ἐπὶ τὴν γῆν, καὶ συνεπάτησεν αὐτὸν, καὶ οὐκ ἦν ὁ ἐξαιρούμενος τὸν κριὸν ἐκ χειρὸς αὐτοῦ. Καὶ ὁ τράγος τῶν αἰγῶν ἐμεγαλύνθη ἕως σφόδρα. Καὶ ἐν τῷ ἰσχῦσαι αὐτὸν, συνετρίβη τὸ κέρας αὐτοῦ τὸ μέγα· καὶ ἀνέβη τέσσαρα κέρατα ὑποκάτωθεν αὐτοῦ εἰς τοὺς τέσσαρας ἀνέμους τοῦ οὐρανοῦ. Καὶ ἐκ τοῦ ἑνὸς αὐτῶν ἐξῆλθε κέρας ἓν ἰσχυρὸν, καὶ ἐμεγαλύνθη περισσῶς πρὸς τὸν νότον, καὶ πρὸς ἀνατολὴν, καὶ πρὸς τὴν δύσιν. Καὶ ἐμεγαλύνθη ἕως τῆς δυνάμεως τοῦ οὐρανοῦ· καὶ ἔπεσεν ἐπὶ τὴν γῆν ἀπὸ τῆς δυνάμεως τοῦ οὐρανοῦ, καὶ ἀπὸ τῶν ἀστέρων, καὶ συνεπάτησεν αὐτούς. Καὶ ἕως ἄρχοντος τῆς δυνάμεως ἡδρύνθη· καὶ δι' αὐτὸν θυσία ἐταράχθη, καὶ ἐγενήθη, καὶ κατευωδώθη αὐτῷ. Καὶ τὸ ἅγιον ἐρημωθήσεται· καὶ ἐδόθη ἐπὶ τὴν θυσίαν ἁμαρτία, καὶ ἐῤῥίφη χαμαὶ ἡ δικαιοσύνη. Καὶ ἐποίησε, καὶ εὐωδώθη. Καὶ ἤκουσα ἑνὸς ἁγίου λαλοῦντος, καὶ εἶπεν εἷς ἅγιος τῷ φελμουνὶ τῷ λαλοῦντι· Ἕως πότε ἡ ὅρασις στήσεται, καὶ ἡ θυσία ἡ ἀρθεῖσα, καὶ ἡ ἁμαρτία τῆς ἐρημώσεως ἡ δοθεῖσα, καὶ τὸ ἅγιον, καὶ ἡ δύναμις συμπατηθήσεται; Καὶ εἶπεν αὐτῷ· Ἕως ἑσπέρας καὶ πρωῒ ἡμέραι δισχίλιαι καὶ τριακόσιαι, καὶ καθαρισθήσεται τὸ ἅγιον. Καὶ ἐγένετο ἐν τῷ ἰδεῖν με, ἐγὼ Δανιὴλ, τὴν ὅρασιν, ζητῶν (l. καὶ ἐζήτουν) σύνεσιν. Καὶ ἰδοὺ ἔστη ἐνώπιόν μου. Καὶ ὅρασις (l. μου, ὡς ὅρ.) ἀνδρὸς ἀνὰ μέσον τοῦ Οὐβάλ. Καὶ ἐκάλεσε, καὶ εἶπεν· Γαβριὴλ, συνέτισον ἐκεῖνον τὴν ὅρασιν. Καὶ ἦλθε, καὶ ἔστη ἐχόμενα τὸν (l. ἐχόμενος τῆς) στάσεώς μου. Καὶ ἐν τῷ ἐλθεῖν αὐτὸν, ἐθαμβήθην, καὶ πίπτω ἐπὶ πρόσωπόν μου. Καὶ εἶπε πρός με· Σύνες, υἱὲ ἀνθρώπου· ἔτι γὰρ εἰς καιροῦ πέρας ἡ ὅρασις. Καὶ ἐν τῷ λαλεῖν αὐτὸν μετ' ἐμοῦ, πίπτω ἐπὶ πρόσωπόν μου ἐπὶ τὴν γῆν· καὶ ἥψατό μου, καὶ ἔστησέ με ἐπὶ τοὺς πόδας μου. Καὶ εἶπεν· Ἰδοὺ ἐγὼ γνωρίζω σοι τὰ ἐσόμενα ἐπ' ἐσχάτων τῆς ὀργῆς· ἔτι γὰρ εἰς καιροῦ πέρας. Ὁ κριὸς ὃν εἶδες, ὁ ἔχων τὰ κέρατα, βασιλεὺς Μήδων καὶ Περσῶν. Καὶ ὁ τράγος τῶν αἰγῶν, βασιλεὺς Ἑλλήνων. Καὶ τὸ κέρας τὸ μέγα, ὃ ἦν ἀνὰ μέσον τῶν ὀφθαλμῶν αὐτοῦ, αὐτός ἐστιν ὁ βασιλεὺς ὁ πρῶτος. Καὶ ὅτι συνετρίβη, καὶ ἀνέστη τέσσαρα κέρατα ὑποκάτωθεν αὐτοῦ, τέσσαρες βασιλεῖς ἀναστήσονται ἀπὸ τοῦ ἔθνους αὐτοῦ, καὶ οὐκ ἐν τῇ ἰσχύϊ αὐτοῦ. Καὶ ἐπ' ἐσχάτων τῆς βασιλείας αὐτῶν, πληρουμένων τῶν ἁμαρτιῶν αὐτῶν, ἀναστήσεται βασιλεὺς ἀναιδὴς προσώπῳ, καὶ συνιὼν προβλήματα. Καὶ κραταιὰ ἡ ἰσχὺς αὐτοῦ, καὶ οὐκ ἐν τῇ ἰσχύϊ αὐτοῦ· καὶ θαυμαστὰ διαφθερεῖ, καὶ ποιήσει, καὶ διαφθερεῖ ἰσχυροὺς, καὶ λαὸν ἅγιον. Καὶ ὁ ζυγὸς τοῦ κλοιοῦ αὐτοῦ κατευθυνεῖ. Δόλος ἐν τῇ χειρὶ αὐτοῦ, καὶ ἐν καρδίᾳ αὐτοῦ μεγαλυνθήσεται, καὶ δόλῳ διαφθερεῖ πολλοὺς, καὶ ἐπὶ ἀπωλείᾳ πολλῶν στήσεται, καὶ ὡς ὠὰ ἐν χειρὶ συντρίψει αὐτούς. Καὶ ἡ ὅρασις τῆς ἑσπέρας, καὶ τῆς πρωΐας τῆς ῥηθείσης, ἀληθής ἐστιν. Καὶ σὺ σφράγισαι τὴν ὅρασιν, ὅτι εἰς ἡμέρας πολλὰς ἔσται. Καὶ εἶπε, φησὶ, Γνώρισον ἐκείνῳ τὴν ὅρασιν, Γαβριήλ. Ὅρα ἐπιτάγματα ἀγγέλων καὶ ἀρχαγγέλων. Μείζων ἴσως δύναμις ἑτέρα; Καὶ ἦλθε, φησὶ, καὶ ἐθαμβήθην. Καὶ ἔστη ἐχόμενα τῆς στάσεώς μου. Καὶ ἐν τῷ ἐλθεῖν αὐτὸν, ἐθαμβήθην. Τοῦ (l. ποῦ) τοίνυν οἱ τοὺς ἀγγέλους κακῶς λέγοντες; Οὐκ ἀφ' ἑαυτοῦ τι ἐποίησεν. Ὁρᾷς καὶ αὐτοὺς εἰς τάξεις πολλὰς καὶ διατυπώσεις τεταγμένους; Ἐν τῇ πρώτῃ, Προσῆλθε, φησὶ, καὶ ἠρώτησα. Ἐνταῦθα οὐκέτι. Καὶ ἤκουσα ἑνὸς ἁγίου λαλοῦντος. Καὶ ἕτερος ἠρώτησεν, ἤτοι ἀγνοῶν, ἵνα οὗτος μάθῃ. Καὶ ἀπεκρίνατο, φησί. Καὶ ἐπ' ἐσχάτων τῆς βασιλείας, πληρουμένων τῶν ἁμαρτιῶν αὐτῶν, ἀναστήσεται βασιλεὺς ἀναιδὴς προσώπῳ. Ὅρα πῶς δείκνυσιν αὐτοῖς, ὅτι αὐτοὶ αἴτιοι. Διὰ τοῦτο οὐ φανεροῖ τοὺς λόγους, ἵνα μὴ ἐθελοκακήσαντες μένωσιν· εἰ γὰρ, μηδενὸς τούτων εἰρημένων, ἔμενον, πολλῷ μᾶλλον, φανερωθέντων· καὶ ἵνα μάθῃς ὅτι πανταχοῦ τὸ Πνεῦμα ἰσχὺν ἔχει, καὶ ὅτι πάντα πρόοιδεν ὁ Θεὸς, καὶ ὅτι εἰδὼς ἁμαρτήσοντας ἀνήγαγε. Καὶ ὅρα, ἐπειδὴ εἶπεν ἐνιαυτοὺς, ὀλίγος χρόνος ἐφαίνετο, εἰς ἡμερῶν ἀναλύει ἀριθμὸν, ἵνα τῷ πλήθει φοβήσῃ, οὐχ ἡμέρας, ἀλλὰ καὶ νύκτας ἀριθμῶν. Καὶ ἐνδιατρίβει τῇ τραγῳδίᾳ τῇ κατὰ Ἀντίοχον, ἵνα κἂν οὕτω φοβήσῃ. Καὶ οὐκ ἐν τῇ ἰσχύϊ αὐτοῦ. Τουτέστιν, ὅτι ἠδύνατο ὁ Θεὸς κωλῦσαι αὐτὸν, ἀλλ' ἐπέτρεψε διὰ τὰς ἁμαρτίας, καὶ οὐχ ἁπλῶς ἁμαρτόντων, ἀλλ' ἡνίκα ἐπληρώθησαν. Ἆρα μέτρον τί ἐστιν; Οὔπω γὰρ ἂν ἐπεπλήρωντο, φησὶ, αἱ ἁμαρτίαι τῶν Ἀμοῤῥαίων. Καὶ ὅρα, οὔπω λοιπὸν ἐμπρησμὸς, ἀλλὰ σφαγῶν ἀναιρέσεις. Ἐπειδὴ γὰρ ἔμελλόν τινες εἶναι οἱ καλοὶ, καὶ προϊστάμενοι τῶν πατέρων, καὶ τὰ τῆς τιμωρίας ἐλάττω γέγονε. Ταῦτα δὲ λέγεται, ἵνα μὴ ταῖς νίκαις ταῖς ἐπὶ Ζορωβάβελ ἐπαρθέντες, ῥᾴθυμοι γίνωνται. Καὶ ὅρα πῶς οὐ τίθησι λαμπρά τινα ἐνταῦθα μετὰ τὰ κατὰ Ἀντίοχον, ἀλλὰ μόνον λύσιν τῶν δεινῶν λέγει, καὶ τὸν κατασχόντα καιρόν. Τί οὖν; ταύτην οὐ προεῖπε τὴν αἰχμαλωσίαν; Ναὶ, σφόδρα αἰνιγματωδῶς· διὸ καὶ ὁ Χριστὸς εἶπεν· Ὅταν ἴδητε τὸ βδέλυγμα τῆς ἐρημώσεως, ὁ ἀναγινώσκων νοείτω. Ἐλεύσονται, φησὶ, οὐχ ὡς προειπόντος. Καί τινες μὲν λέγουσιν, ὅτι εἰκότως ταῦτα οὐ προεῤῥήθη· οὐ γὰρ εἶχε χρόνον ἡ αἰχμαλωσία αὕτη λαβεῖν. Δώσω γὰρ, φησὶ, καὶ τοὺς πονηροὺς ἀντὶ τῆς ταφῆς αὐτοῦ, καὶ τοὺς πλουσίους ἀντὶ τοῦ θανάτου αὐτοῦ. Καὶ σὺ σφράγισαι τὴν ὅρασιν ταύτην, ὅτι εἰς ἡμέρας πολλὰς ἔσται. Τουτέστι, φύλαξον, διατήρησον, ἵνα μὴ τῷ μακρῷ χρόνῳ διαφθαρῇ. Ὅρα πανταχοῦ τὸν Θεὸν φειδόμενον αὐτῶν. Κατῆλθον εἰς Αἴγυπτον, ἐγένοντο φαῦλοι· οὐκ ἀπέστη, ἤγαγεν εἰς τὴν ἔρημον. Ἐπέμειναν τῇ κακίᾳ· οὐκ ἀπέστη, εἰσήγαγεν αὐτοὺς εἰς τὴν γῆν τῆς ἐπαγγελίας. Ἀνήγαγε πάλιν αὐτοὺς ἐπὶ Ἀντιόχου· πάλιν οἱ αὐτοὶ ἔμενον. Ἐπὶ τοῦ Χριστοῦ πάλιν οἱ αὐτοί· καὶ οὐδὲ οὕτως ἀπέστη, ἀλλ' ἀεὶ κήδεται. Καὶ καθάπερ τὰ φυσικὰ οὐκ ἂν ἀποσταίη, τὰ φύσεως προσόντα ἡμῖν, ὅπερ ἂν γένηται· οὕτως οὐδὲ Θεός· μᾶλλον δὲ ἐκεῖνα δυνατὸν ἀποστῆναι, αὐτὸν δὲ οὐδαμῶς προνοοῦντα, καὶ κηδόμενον. Εἰ γὰρ καὶ ἐπιλάθοιτο, φησὶ, γυνὴ τοῦ ἐλεῆσαι τὰ ἔκγονα τῆς κοιλίας αὐτῆς, ἀλλ' ἐγὼ οὐκ ἐπιλήσομαί σου. Καθάπερ γὰρ ἐκείνη οὐ πρὸς τὴν ἀρετὴν ὁρᾷ τῶν παίδων, ἀλλὰ φύσεως νόμον πληροῖ· οὕτω, καὶ πολλῷ μᾶλλον, ὁ Θεὸς ἀεὶ κήδεται, οὐδέποτε ἀφίσταται, ἀεὶ τὸ αὐτὸ μέτρον ἐπιδείκνυται. Καὶ ἐγὼ Δανιὴλ ἐκοιμήθην, καὶ ἐμαλακίσθην ἡμέρας· καὶ ἀνέστην, καὶ ἐποίουν τὰ ἔργα τοῦ βασιλέως· καὶ ἐθαύμαζον τὴν ὅρασιν· καὶ οὐκ ἦν ὁ συνιών. Πόθεν ἐμαλακίσθη; Ὑπὸ τῆς ἀθυμίας ἴσως τῶν ἐσομένων δεινῶν, λογισάμενος πρὸς ἑαυτὸν, ὅτι οὐδέπω τὰ παρόντα τέλος ἔχει. Καὶ τοσαῦτα, φησὶ, πάλιν δεινά. Ἢ πάλιν οὔπω κατήλλαξα αὐτοῖς τὸν Θεὸν, καὶ αὐτοὶ ἐκπολεμοῦσιν αὐτόν. Καὶ ἀνέστην, καὶ ἐποίουν τὰ ἔργα τοῦ βασιλέως. Τουτέστιν, ὑπηρέτουν. Καὶ ἐθαύμαζον τὴν ὅρασιν· καὶ οὐκ ἦν ὁ συνιών. Μάλιστα τοῦτο φέρει τινὰ ὀδύνην, ὅταν μηδὲ ἐξενεγκεῖν ἐξῇ εἴς τινα τὰ λυπηρά· ἢ ὅτι πονηροὶ ἦσαν. Καὶ ἐποίουν, φησὶ, τὰ ἔργα τοῦ βασιλέως. Τουτέστιν, οὐδὲν παρελίμπανον, ἀλλ' ἐποίουν τὰ ἔργα.