Ancient Greek · ~33 min
ΚΕΦΑΛ. Ιʹ
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Interpretatio in Danielem prophetam [Sp.] ΚΕΦΑΛ. Ιʹ.1
Not analysed yet
Ἐν ἔτει τρίτῳ τοῦ βασιλέως Περσῶν Κύρου λόγος ἀπεκαλύφθη τῷ Δανιὴλ, οὗ τὸ ὄνομα ἐπεκλήθη Βαλτάσαρ. Καὶ ἀληθινὸς ὁ λόγος· καὶ δύναμις μεγάλη καὶ σύνεσις ἐδόθη αὐτῷ ἐν τῇ ὀπτασίᾳ. Ἐν ταῖς ἡμέραις ἐκείναις ἐγὼ Δανιὴλ ἤμην πενθῶν τρεῖς ἑβδομάδας. Ἄρτον ἐπιθυμιῶν οὐκ ἔφαγον, καὶ κρέα καὶ οἶνος οὐκ εἰσῆλθον εἰς τὸ στόμα μου, καὶ ἄλειμμα οὐκ ἠλειψάμην ἕως τριῶν ἑβδομάδων ἡμερῶν. Τίνος ἕνεκεν πάλιν πενθεῖ; Εἰ γὰρ τὸ πρῶτον ἔτος Κύρου ἀνέβη, τίνος ἕνεκεν πενθεῖ; καὶ πάσας ἡμέρας, εἰκὸς μίαν; πάλιν οὐδὲν ἀκούει, ὑπὲρ ὧν εὔχεται. Ἐμοὶ δοκεῖ, ὅτι εὔχεται ὥστε λυθῆναι τὰ δεινὰ ταῦτα. Ἀλλ' οὐδὲν τοιοῦτον ὁ Θεός· καὶ λέγει σαφέστερον αὐτό. Μᾶλλον δὲ ὥστε πάντας ἀνελθεῖν εὔχεται. Εἰ καὶ μεγάλα τὰ δεινὰ, καὶ ἐβούλετο ἀποβαλεῖν τὴν πατρίδα. Οὕτως δὲ σαφέστερον αὐτὸ λέγει, καὶ ἀκριβέστερον. Ὅρα δὴ πανταχοῦ τὸν Δανιὴλ οὐχ ἁπλῶς ἐπιτυγχάνοντα τῶν ὄψεων, ἀλλὰ μετὰ νηστειῶν. Ὅτε ἔδει τὸ ὄναρ μαθεῖν, νηστεία προηγήσατο. Ὅτε Γαβριὴλ ἐφάνη, νηστεία πάλιν καὶ σποδὸς καὶ σάκκος. Ὅτε οὗτος φαίνεται, καὶ νηστεία καὶ εὐχή. Ἀλλ' ὅρα καὶ τοῦτον ἀπολογούμενον αὐτῷ σχεδόν. Καὶ ἐν ἡμέρᾳ εἰκοστῇ καὶ τετάρτῃ τοῦ μηνὸς τοῦ πρώτου, ἐγὼ ἤμην ἐχόμενος τοῦ ποταμοῦ τοῦ μεγάλου, οὗτός ἐστι Τίγρις. Καὶ ἦρα τοὺς ὀφθαλμούς μου, καὶ εἶδον· καὶ ἰδοὺ ἀνὴρ ἐνδεδυμένος Βαδὶμ, καὶ ἡ ὀσφὺς αὐτοῦ περιεζωσμένη χρυσίῳ Ὀφὰζ, καὶ τὸ σῶμα αὐτοῦ ὡσεὶ Θαρσεῖς, καὶ τὸ πρόσωπον αὐτοῦ ὡσεὶ ὅρασις ἀστραπῆς, καὶ οἱ ὀφθαλμοὶ αὐτοῦ ὡσεὶ λαμπάδες πυρὸς, καὶ οἱ βραχίονες αὐτοῦ καὶ τὰ σκέλη ὡς ὅρασις χαλκοῦ στίλβοντος, καὶ ἡ φωνὴ τῶν λόγων αὐτοῦ ὡς φωνὴ ὄχλου. Καὶ εἶδον ἐγὼ Δανιὴλ μόνος τὴν ὀπτασίαν, καὶ οἱ ἄνδρες οἱ μετ' ἐμοῦ οὐκ εἶδον τὴν ὀπτασίαν, ἀλλ' ἢ ἔκστασις μεγάλη ἐπέπεσεν ἐπ' αὐτοὺς, καὶ ἔφυγον ἐν φόβῳ. Καὶ ἐγὼ ἀπελείφθην μόνος, καὶ εἶδον τὴν ὀπτασίαν τὴν μεγάλην ταύτην, καὶ οὐχ ὑπελείφθη ἐν ἐμοὶ ἰσχὺς, καὶ ἡ δόξα μου μετεστράφη εἰς διαφθορὰν, καὶ οὐκ ἐκράτησα ἰσχύος. Καὶ ἤκουσα τὴν φωνὴν τῶν λόγων αὐτοῦ· καὶ ἐν τῷ ἀκοῦσαί με ἤμην κατανενυγμένος ἐπὶ πρόσωπόν μου, καὶ τὸ πρόσωπόν μου ἐπὶ τὴν γῆν. Καὶ ἰδοὺ χεὶρ ἁπτομένη μου, καὶ ἤγειρέ με ἐπὶ τὰ γόνατά μου, καὶ ἐπὶ τὰ ἴχνη τῶν ποδῶν μου. Καὶ εἶπε πρός με· Δανιὴλ, ἀνὴρ ἐπιθυμιῶν, σύνες ἐν τοῖς λόγοις, οἷς ἐγὼ λαλῶ πρὸς σὲ, καὶ στῆθι ἐν τῇ στάσει σου, ὅτι νῦν ἀπεστάλην ἐγὼ πρὸς σέ. Καὶ ἐν τῷ λαλῆσαι αὐτὸν πρὸς μὲ τὸν λόγον τοῦτον, ἀνέστην ἔντρομος. Καὶ εἶπε πρός με· Μὴ φοβοῦ, Δανιὴλ, ὅτι ἀπὸ τῆς ἡμέρας τῆς πρώτης, ἧς ἔδωκας τὴν καρδίαν σου τοῦ συνεῖναι καὶ κακωθῆναι ἔναντι Κυρίου τοῦ Θεοῦ σου, ἠκούσθησαν οἱ λόγοι σου, καὶ ἐγὼ ἦλθον ἐν τοῖς λόγοις σου. Ὁρᾷς ὅπερ ἔφην, καὶ τοῦτον ἀπολογούμενον αὐτῷ σχεδόν; Ἀπὸ πρώτης ἡμέρας, φησὶν, ἀπεστάλην. Τίνος οὖν ἕνεκεν ἐβράδυνας; Καὶ ὁ ἄρχων βασιλείας Περσῶν εἱστήκει ἐξ ἐναντίας μου εἴκοσι καὶ μίαν ἡμέραν. Ἤκουσας ὅτι Ἔθηκεν ὅρια ἐθνῶν κατὰ ἀριθμὸν ἀγγέλων αὐτοῦ; Καὶ ἕκαστον ἔθνος ἔχει τὸν ἐφεστῶτα, καὶ βούλεται αὐτὸς εἶναι δυνατώτερος. Καὶ σύνεσις ἐδόθη αὐτῷ ἐν τῇ ὀπτασίᾳ. Οὐ γὰρ ἤρκει τὰ ῥήματα διδάξαι τὰ λεγόμενα. Ὁρᾷς ἑτέρως παιδευομένους τοὺς προφήτας; Καὶ δύναμις μεγάλη τῆς ὄψεως. Ὄντως γὰρ μεγάλη, τὸ τοὺς ἠσθενηκότας ἐκείνου τοῦ τοσαῦτα περιγενομένου περιγενέσθαι Ἀντιόχου. Καὶ ἀληθινὸς ὁ λόγος. Ἐπειδή τινες ἔμελλον ἀπιστεῖν. Οὗ τὸ ὄνομα Βαλτάσαρ. Ἀναμιμνήσκει σε τῶν πρώτων, ἵνα ἀξιόπιστος φανῇ. Ἰδοὺ καὶ τὸ πάσχα ἔλυσεν. Εἰ γὰρ ἐν τῷ πρώτῳ μηνὶ τὸ πάσχα γίνεται, οὗτος δὲ μέχρι τῆς τετάρτης εἰκάδος τοῦ μηνὸς ἐνήστευσεν. Ἐμπίπτει δὲ εἰς τὴν τεσσαρεσκαιδεκάτην, ἀπὸ τῆς τεσσαρεσκαιδεκάτης ἐπὶ τὴν πρώτην εἰκάδα, καὶ ἑτέρας δύο ἡμέρας. Ὅρα τὰ νόμιμα ἤδη καταλυόμενα. Οὐκ ἐνέτρεψέ σε ὁ φόβος, ὦ Δανιήλ; Οὐχὶ, φησί. Ὅρα ποῦ τὴν ὀπτασίαν βλέπει· ἐπὶ τῆς ἐρήμου, καθάπερ καὶ Μωϋσῆς. Αἱ γὰρ πόλεις θορύβων γέμουσι, καὶ ταραχῆς. Οὕτω καὶ ὁ Χριστὸς ἐπὶ τοῦ ὄρους μεταμορφοῦται. Καὶ ἰδοὺ Μιχαὴλ εἷς τῶν ἀρχόντων πρώτων ἦλθε βοηθῆσαί μοι, καὶ αὐτὸν κατέλιπον ἐκεῖ μετὰ τοῦ ἄρχοντος βασιλέως Περσῶν. Καὶ ἦλθον συνετίσαι σε ὅσα ἀπαντήσεται τῷ λαῷ σου ἐπ' ἐσχάτων τῶν ἡμερῶν, ὅτι ἰδοὺ ἡ ὅρασις εἰς ἡμέρας. Καὶ ἐν τῷ λαλῆσαι αὐτὸν μετ' ἐμοῦ πάντας τοὺς λόγους τούτους, ἔδωκα τὸ πρόσωπόν μου ἐπὶ τὴν γῆν, καὶ κατενύγην. Καὶ ἰδοὺ ὡς ὁμοίωμα υἱοῦ ἀνθρώπου ἥψατο τῶν χειλέων μου. Καὶ ἤνοιξα τὸ στόμα μου, καὶ ἐλάλησα, καὶ εἶπον πρὸς τὸν ἑστῶτα ἐναντίον μου· Κύριε, ἐν τῇ ὁράσει σου ἐστράφη τὰ ἐντός μου ἐν ἐμοὶ, καὶ ἰδοὺ οὐκ ἔχω ἰσχύν. Καὶ πῶς δυνήσεται ὁ παῖς σου, Κύριε, λαλῆσαι μετὰ τοῦ Κυρίου μου τούτου; Καὶ ἐγὼ, ἀπὸ τοῦ νῦν οὐ στήσεται ἐν ἐμοὶ ἰσχὺς, καὶ πνοὴ οὐχ ὑπελείφθη ἐν ἐμοί. Καὶ προσέθετο, καὶ ἥψατό μου ὡς ὅρασις ἀνθρώπου, καὶ ἐνίσχυσέ με, καὶ εἶπέ μοι· Μὴ φοβοῦ, ἀνὴρ ἐπιθυμιῶν, εἰρήνη σοι, ἀνδρίζου, καὶ ἴσχυε. Καὶ ἐν τῷ λαλῆσαι αὐτὸν μετ' ἐμοῦ, ἐνίσχυσα, καὶ εἶπον· Λαλήτω ὁ Κύριός μου, ὅτι ἐνίσχυσάς με. Καὶ εἶπεν, Εἰ οἶδας τί ἦλθον πρὸς σέ; Καὶ νῦν ἐπιστρέψω τοῦ πολεμῆσαι μετὰ τοῦ ἄρχοντος Περσῶν. Καὶ ἐγὼ ἐξεπορευόμην, καὶ ὁ ἄρχων τῶν Ἑλλήνων ἤρχετο. Ἀλλ' ἢ ἀναγγελῶ σοι τὸ τεταγμένον ἐν γραφῇ ἀληθείας· καὶ οὐκ ἔστιν εἷς ἀντεχόμενος μετ' ἐμοῦ περὶ τούτων, ἀλλ' ἢ Μιχαὴλ ὁ ἄρχων ὑμῶν. Καὶ ἰδοὺ ἀνὴρ ἐνδεδυμένος στολήν. Ἴσως ἱερατικήν. Ἡ ὄψις αὐτοῦ ὡς ἀστραπὴ ἦν πυρὸς ἀπὸ ὀφθαλμῶν αὐτοῦ. Πῶς ἐν ἀστραπῇ ἐκείνοις ἔφαινε; τίνος ἕνεκεν οὕτω φαίνεται ὁ ἄγγελος οὗτος; ἆρ' ἵνα ἐκπλήξῃ τὸν δῆμον; καὶ τί τὸ κέρδος; Ἵνα πείσῃ μηκέτι πενθεῖν τὸ (f. τῷ) πολλάκις ταῦτα λέγεσθαι· μαρτυρῶν μαρτυρεῖ δυνάμει τῶν ἐσομένων· ἢ ἵνα πιστώσηται αὐτόν. Καὶ ἡ φωνὴ μεγάλη. Ὥστε καὶ τούτῳ καταπλήξασθαι. Ἐξίσταται, καὶ πάλιν ὁμιλοῦντος ἐξίσταται, συγχωροῦντος ἴσως, οὐκ ἀδυνατοῦντος· ἐπεὶ πρότερον εἶπεν· Ἀν δρίζου. Καὶ ἔστη. Εἶδες τί ἐστιν ὄψις ἀγγέλου; Μὴ νομίσῃς χαλκὸν εἶναι τὸ ὁρώμενον, μηδὲ χρυσίον. Τίς γὰρ οὐκ ἂν ἐνέγκοι τούτων τὴν ὄψιν; Πανταχοῦ γὰρ τὸ φῶς κεῖται. Ἐπεὶ τοίνυν ἀπεστάλην, προσημαίνω τοῦτο μόνον, φησὶ, μὴ διαφθείρῃς τὴν χάριν. Ἠκούσθησαν οἱ λόγοι σου, καὶ ἐγὼ ἦλθον ἐν τοῖς λόγοις σου. Τί γὰρ παρεκάλει, καὶ τί ἐδεῖτο; Καὶ μὴν οὐχὶ ταῦτα αὐτῷ λέγεις, οὐδὲ τοιοῦτον οὐδέν. Τάχα ἐβούλετο μαθεῖν ἀκριβῶς τὸν χρόνον, καὶ τὸ μετὰ ταῦτα. Καὶ ὁ ἄρχων τῆς βασιλείας, φησὶ, Περσῶν εἰστήκει ἐξ ἐναντίας μου. Ἆρα μὴ τὸν τῶν ἀνθρώπων λέγων ἄρχοντα; Οὐδαμῶς. Καὶ γὰρ ἀλλαχοῦ λέγει· Ὁ ἄρχων τῶν Ἑλλήνων ἐξῆλθεν. Ἐμοὶ δοκεῖ οὗτος οὐκ εἶναι τῶν ἀρχόντων, οὐδὲ τῶν ἐπιτεταγμένων ἔθνος, ἀλλὰ τῶν ἄνω δυνάμεων. Εἶτα ἐπειδὰν οὐκ ἴσχυον οἱ ἄγγελοι ἄλλοι ἀντιστῆναι αὐτῷ, τούτῳ λέγεται. Ἀπελύθησαν, φησί· τί πάλιν ζητεῖς; Καὶ ἰδοὺ Μιχαὴλ εἷς τῶν ἀρχόντων τῶν πρώτων ἦλθε βοηθῆσαί μοι· καὶ αὐτὸν κατέλιπον ἐκεῖ μετὰ τοῦ ἄρχοντος βασιλέως Περσῶν. Καὶ ἦλθον συνετίσαι σε ὅσα ἀπαντήσεται τῷ λαῷ σου ἐπ' ἐσχάτων τῶν ἡμερῶν, ὅτι ἰδοὺ ἡ ὅρασις εἰς ἡμέρας. Τίνος ἕνεκεν πρὸ τῶν εἴκοσι ἡμερῶν οὐκ ἦλθεν ὁ Μιχαήλ; Ἐμοὶ δοκεῖ, δεῖξαι βούλεται τῷ προφήτῃ, ὅτι κεκωλυμένα πράγματα αἰτεῖ καὶ παράνομα καὶ κατηναγκασμένα, μονονουχὶ καὶ τοῖς ἀγγέλοις βίαν ποιῶν. Διὰ τοῦτο οὐδὲ Μιχαὴλ εὐθέως ἐν ἀρχῇ βοηθεῖ, ἀλλ' ὕστερον, ἵνα μάθωσιν ὅτι οὐκ ἦσαν ἄξιοι ἀνελθεῖν οἱ μετὰ ταῦτα. Ἀδικοῦνται οἱ ἄγγελοι. Καὶ αὐτὸν ἀφῆκαν ἐκεῖ, ὥστε ἢ πεῖσαι, ἢ κωλῦσαι. Καὶ τίς ἄγγελος τοιοῦτος, ὡς ἀκούσας τοῦ Θεοῦ δόντος τὴν χάριν, ἀντιστῆναι; Σωματοποιεῖ, ὡς οἶμαι, τὸ πρᾶγμα, ὥσπερ ἐκεῖ [f. ἐπεὶ] ἔλεγε· Τίς ἐξελεύσεται, καὶ ἀπατήσει μοι τὸν Ἀχαάβ; Καὶ πάλιν· Ἄφες με, καὶ ἐξαλείψω αὐτούς. Οὐ κωλύεται ὁ Θεὸς, οὐδὲ ἀνάγκην πάσχει, κατεχόμενος ὑπὸ τοῦ προφήτου. Οὕτω δὴ καὶ ἐνταῦθα. Καὶ πάλιν ἀλλαχοῦ φησι· Ἄφες με, ὅτι ἀνέβη ὁ ὄρθρος. Καὶ πάλιν ἐπὶ τοῦ ἀγγέλου καὶ τῆς ὄνου· Εἰ μὴ πρόσωπόν σου ἔλαβον, φησίν. Οὐκ ἄρα τοῦτο δείκνυσιν αὐτὸν ἀνθιστάμενον τῷ Θεῷ, ἀλλ' ἓν μόνον, ὅτι ἀδικοῦνται. Τοσαῦτα ἴσχυσεν ὁ Δανιήλ. Κατῆλθον συνετίσαι σε ὅσα ἀπαντήσεται τῷ λαῷ σου. Ὅρα πῶς ἀναγκαῖον πρᾶγμα ἀφεὶς, ἀπολογεῖται τῷ προφήτῃ. Πάλιν ἐξίσταται· πάλιν αὐτὸν ἀνίστησι, καί φησι· Ἐγὼ πορεύομαι τοῦ πολεμῆσαι μετὰ τοῦ ἄρχοντος Περσῶν. Καὶ ἐγὼ ἐξεπορευόμην, καὶ ὁ ἄρχων τῶν Ἑλλήνων ἤρχετο. Ἴσως ἑνὸς τῶν ἐναντιουμένων ἐπὶ τοῖς ἐσομένοις, ὥστε τοῖς κατὰ Μακεδονίαν πολεμῆσαι. Καὶ οὔπω πείθεται. Πόλεμος ἐν ἀγγέλοις ἐστὶ, μάχη περὶ ἀνθρώπων; Ναί. Πάνυ γὰρ αὐτῶν κήδονται. Οὔπω ἐπείσθη. Ὥσπερ ἂν εἴποι τις· Ἀναγκάζομαι τῷδε φιλονεικῆσαι.