Ancient Greek
ΚΕΦΑΛ. ΙΑʹ
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Interpretatio in Danielem prophetam [Sp.] ΚΕΦΑΛ. ΙΑʹ
Not analysed yet
Καὶ ἐγένετο ἐν ἔτει πρώτῳ Κύρου, ἐγὼ ἔστην εἰς κράτος καὶ ἰσχύν. Καὶ νῦν ἀναγγελῶ σοι ἀλήθειαν. Καὶ τότε, φησὶ, σώσας ἐγώ εἰμι. Ἵνα γὰρ μὴ λέγῃ τις· Τί οὖν πολεμεῖς; τί οὖν, ἂν μὴ νικήσῃς; Οὐχὶ, φησί. Καὶ τότε ἐγὼ αὐτῶν προέστην. Καὶ οὐκ ἔστι γὰρ, φησὶ, εἷς ἀντεχόμενός μοι περὶ τούτων, ἀλλ' ἢ Μιχαὴλ ὁ ἄρχων αὐτῶν. Ταῦτα λέγει ἵνα πείσῃ αὐτὸν, ὅτι οὐ πολέμιός ἐστιν αὐτῷ καὶ ἐχθρὸς, καὶ ὅτι πράγματα αἰτεῖ κεκωλυμένα. Οὐχ ὅτι βοηθῶν δεῖται. Πῶς γάρ; Δείκνυται ὅτι οὗτος οὐκ ἦν τῶν ἀρχόντων. Εἶτα λέγει πάντα μετὰ ἀκριβείας, καὶ λέγει πόθεν αἱ ἧτται. Εἶτα λέγει τὴν σωτηρίαν τοῦ λαοῦ αὐτοῦ ἐν τοῖς ἑξῆς καὶ τὸ δόκιμον.