Ancient Greek
Sect 1
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Oratio de epiphania [Sp.] 1
Not analysed yet
Διχῇ μοι τῆς ψυχῆς μεριζομένης αἰσθάνομαι· ἡ μὲν γὰρ σημερινὴ τῶν εὐαγγελίων ἀνάγνωσις τὸ τῶν φύσεων αἰνιττομένη διπλοῦν πρὸς ἑαυτὴν συγκαλεῖ· ὁ δὲ παρὰ τοῦ προλαβόντος γεγενημένος ὕμνος εἰς τὴν τῶν ἐπιφανίων εὐφημίαν ἀνθέλκει. Δεῦρο δὴ καὶ ἡμεῖς τῷ προλαβόντι τὸν εἰς τὴν τῶν ἐπιφανίων ἡμέραν κοινωνήσωμεν ὕμνον. Εἰ γὰρ παρῆλθεν τῆς ἑορτῆς ἡ ἡμέρα, ἀλλὰ τῆς ἑορτῆς οὐ παρῆλθεν εὐεργεσία.