Ancient Greek
Sect 3
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Oratio de epiphania [Sp.] 3
Not analysed yet
Ἐν δὲ τοῖς ἐπιφανίοις πάνδημος τοῦ τεχθέντος ἡ θέα καὶ γνῶσις ἐμφανεστέρα καὶ <ἐκ> ταύτης τὸ τῶν ἐπιφανίων ἐπώνυμον ὄνομα, ὅτι βραχέσι πρότερον γνωριζόμενος ἐπιφανὴς τότε γεγένηται πλήθεσιν, ὅλης μὲν τῆς Ἰηρουσαλὴμ τῷ βαπτιστῇ συμπαρούσης, ὅλης δὲ τῆς Ἰουδαίας πρὸς αὐτὸν κενωθείσης, ὅλης δὲ τῆς Ἰορδάνου χώρας πρὸς αὐτὸν δραμούσης. «Ἐξεπορεύετο γάρ, φησίν, ἡ Ἰεροσόλυμα καὶ πᾶσα ἡ Ἰουδαία καὶ πᾶσα ἡ περίχωρος τοῦ Ἰορδάνου καὶ ἐβαπτίζοντο ὑπ' αὐτοῦ ἐξομολογούμενοι τὰς ἁμαρτίας αὐτῶν».