Ancient Greek
Sect 6
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Oratio de epiphania [Sp.] 6
Not analysed yet
Τούτων παρὰ τοῦ βαπτιστοῦ λεγομένων, τὸ τῶν λόγων ἐγγύθεν ἀκροώμενον πλῆθος πρὸς ἀλλήλους ὡς εἰκὸς ὑπελάλει· «Τίς οὗτος ὃν οὗτος ὁ βαπτιστὴς ὑποφρίττει; Τίς οὗτος πρὸς ὃν ἁμαρτωλοῦ τάξιν ὁ βαπτιστὴς ἐπιδείκνυται; Τίς οὗτος ὁ τὸν τοσοῦτον τῇ παρουσίᾳ φοβῶν; Ὡς ἔννομον ἐπιστήμονα φρίττει. Πῶς οὖν Φαρισαίους καὶ Σαδδουκαίους τὰ τοῦ νόμου κεφάλαια βαπτίζειν οὐκ ἔφριξεν; Ὡς πολιτείας ἐργάτην ὑψηλῆς κατεπλάγη, καὶ τίς ἂν ὑψηλότερον ἐπιδείξαιτο βίον τοῦ βοτανῶν ἀκρίδας ἐσθίοντος καὶ συζῶντος ἐρήμοις; Ἀλλ' οὐδὲ τὰ φαινόμενα τούτῳ τῶν Ἰωάννου σεμνότερα· ἐσθὴς ἥμερος τούτῳ, τρίχινος δὲ τῷ Ἰωάννῃ χιτών· πρόσωπον τούτῳ σκληραγωγίας ἐλεύθερον, αὐχμηρὰ δὲ τῷ Ἰωάννῃ ἡ μορφή. Πόθεν οὖν ἡ τούτου τούτῳ φοβερὰ παρουσία;