Ancient Greek
Sect 9
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Oratio de epiphania [Sp.] 9
Not analysed yet
Καὶ ταῦτα διδάσκων τὸν βαπτιστὴν ὁ δεσπότης ἐβόα· «Ἄφες ἄρτι· οὕτως γὰρ πρέπον ἐστὶν ἡμῖν πληρῶσαι πᾶσαν δικαιοσύνην». Ἄφες ἄρτι· ἄωρόν μοι νῦν δοξολογίαν προσφέρεις· οὐκ ἐν καιρῷ μοι γυμνοῖς τὸ ἀξίωμα ἐκλαχισ. . . τῷ διαβόλῳ μὴ θέλω τὸ τῆς θεότητός μοι κεκρυμμένον μυστήριον. Οὐκ ἐᾷς αὐτὸν ὡς ἑνί μοι τῶν ἐξ Ἀδὰμ προσελθόντα παρὰ τῆς συνημμένης μοι σοφῶς καταρραγῆναι θεότητος, φυγαδεύεις τὴν θήραν.