Ancient Greek · ~10 min
Section 10
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Peccata fratrum non evulganda 10
Not analysed yet
Εἶτα οὐκ αἰσχυνόμεθα, οὐδὲ ἐγκαλυπτόμεθα, τὸν μὲν δίκαιον ὁρῶντες εἴκοσιν ἔτη παραμένοντα καὶ οὐκ ἀφιστάμενον· ἡμεῖς δὲ ἐκ πρώτης αἰτήσεως ἢ δευτέρας πολλάκις ἀπαγορεύοντες καὶ δυσχεραίνοντες; Καίτοι ὁ μὲν πολλὴν πρὸς τὸν Θεὸν εἶχε τὴν παῤῥησίαν. καὶ ὅμως οὐκ ἐδυσχέραινε πρὸς τὴν ἀναβολὴν τῆς δόσεως, ἀλλ' ἔμενε καρτερῶν· ἡμεῖς δὲ μυρίων ἁμαρτημάτων γέμοντες, πονηρῷ συνειδότι συζῶντες, οὐδεμίαν εὔνοιαν περὶ τὸν Δεσπότην ἐπιδεικνύμενοι, ἂν μὴ, πρὶν ἢ φθέγξασθαι, ἀκουσθῶμεν, ἀλύομεν, ἀποδυσπετοῦμεν, ἀφιστάμεθα τῆς αἰτήσεως· διὰ τοῦτο κεναῖς ἀεὶ ἀναχωροῦμεν χερσί. Τίς εἴκοσιν ἔτη ὑπὲρ ἑνὸς πράγματος παρεκάλεσε τὸν Θεὸν, καθάπερ οὗτος ὁ δίκαιος; μᾶλλον δὲ τίς εἴκοσι μῆνας μόνους; Χθὲς μὲν οὖν ἔλεγον, ὅτι πολλοί εἰσιν οἱ μετὰ ῥᾳθυμίας εὐχόμενοι, καὶ χασμώμενοι, καὶ διατεινόμενοι, καὶ μεταστρεφόμενοι συνεχῶς, καὶ ὀλιγωρίᾳ πάσῃ περὶ τὰς εὐχὰς κεχρημένοι· σήμερον δὲ καὶ ἑτέραν βλάβην εὗρον ταῖς εὐχαῖς προσγινομένην ὀλεθριωτέραν ἐκείνης. Πολλοὶ γὰρ πρηνεῖς ἑαυτοὺς ῥιπτοῦντες, καὶ τῷ μετώπῳ τὴν γῆν τύπτοντες, καὶ θερμὰ προχέοντες δάκρυα, καὶ πικρὸν κάτωθεν στενάζοντες, καὶ τὰς χεῖρας ἐκτείνοντες, καὶ πολλὴν σπουδὴν ἐπιδεικνύμενοι, τῇ θερμότητι ταύτῃ καὶ τῇ προθυμίᾳ κατὰ τῆς οἰκείας κέχρηνται σωτηρίας. Οὐ γὰρ ὑπὲρ τῶν οἰκείων ἁμαρτημάτων παρακαλοῦσι τὸν Θεὸν, οὐδὲ συγγνώμην αἰτοῦσι τῶν πλημμεληθέντων αὐτοῖς, ἀλλὰ τὴν σπουδὴν ταύτην κατὰ τῶν ἐχθρῶν κινοῦσιν ἅπασαν, ταὐτὸν ποιοῦντες, ὥσπερ ἂν εἴ τις τὸ ξίφος ἀκονήσας, μὴ κατὰ τῶν πολεμίων χρῷτο τῷ ὅπλῳ, ἀλλὰ διὰ τῆς οἰκείας αὐτὸ δέρης ὠθοῖ. Οὕτω καὶ οὗτοι οὐχ ὑπὲρ τῆς ἀφέσεως τῶν οἰκείων ἁμαρτημάτων, ἀλλὰ κατὰ τῆς τιμωρίας τῶν ἐχθρῶν ταῖς εὐχαῖς κέχρηνται· ὅπερ ἐστὶ καθ' ἑαυτῶν τὸ ξίφος ὠθεῖν. Ἐπενόησε δὲ καὶ τοῦτο ὁ πονηρὸς, ἵνα πάντοθεν ἑαυτοὺς ἀπολλύωμεν, καὶ διὰ ῥᾳθυμίας, καὶ διὰ σπουδῆς. Οἱ μὲν γὰρ τῇ περὶ τὰς εὐχὰς ὀλιγωρίᾳ παροξύνουσι τὸν Θεὸν, τὴν καταφρόνησιν διὰ τῆς ῥᾳθυμίας ἐπιδεικνύμενοι· οἱ δὲ ἐπειδὴ σπουδὴν ἐπιδείκνυνται, τὴν σπουδὴν πάλιν κατὰ τῆς ἑαυτῶν ἐπιδείκνυνται σωτηρίας. Ὁ δεῖνα, φησὶ, ῥᾳθυμεῖ· ἀρκεῖ μοι πρὸς τὸ μηδενὸς αὐτὸν ἐπιτυχεῖν· οὗτος σπουδαῖός ἐστι καὶ διεγηγερμένος· τί οὖν ἵνα γένηται; Οὐ δύναμαι ἐκλῦσαι τὴν σπουδὴν, οὐδὲ εἰς ὀλιγωρίαν ἐμβαλεῖν· ἑτέρως αὐτοῦ περιοδεύσω τὴν ἀπώλειαν. Πῶς; Εἰς παρανομίαν τῇ σπουδῇ χρήσασθαι παρασκευάσω· τὸ γὰρ κατὰ τῶν ἐχθρῶν εὔχεσθαι, παράνομόν ἐστιν. Ἀπελεύσεται τοίνυν οὐ μόνον οὐδὲν κερδάνας ἀπὸ τῆς σπουδῆς, ἀλλὰ καὶ πλείονα τὴν βλάβην ὑπομείνας τῆς διὰ ῥᾳθυμίας. Τοιαῦται αἱ τοῦ διαβόλου μηχαναί· τοὺς μὲν διὰ τῆς ῥᾳθυμίας, τοὺς δὲ δι' αὐτῆς ἀπόλλυσι τῆς σπουδῆς, ὅταν μὴ κατὰ νόμους αὕτη γίνηται.