Ancient Greek · ~12 min
Section 4
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Quod frequenter conveniendum sit 4.1
Not analysed yet
Τί οὖν ταῦτα πρὸς τὴν προκειμένην ὑπόθεσιν; Μὴ θορυβηθῇς, ἀγαπητέ· πρὸς γὰρ αὐτὸ βαδιοῦμαι λοιπὸν τὸ πέρας τῶν εἰρημένων. Ἐπειδὴ γὰρ τὴν λαμπάδα κατήνεγκεν ἐκείνην, καὶ τὴν νίκην ἤρατο, καὶ λαμπρὸν τὸ τρόπαιον ἔστησε, καὶ τὴν σφαγὴν τῶν ἱερέων εἰργάσατο, ἀπῄει χαίρων, καὶ μέγα φρονῶν ἐπὶ τοῖς γεγενημένοις. Ἀπέστειλε πρὸς αὐτὸν ἡ γυνὴ τοῦ Ἀχαὰβ, πορνίδιον εὐτελὲς καὶ εὐκαταφρόνητον, λέγουσα· Τάδε ποιήσειάν μοι οἱ θεοὶ, καὶ τάδε προσθείησαν, ἐὰν μὴ θῶ τὴν ψυχήν σου αὔριον ὡς ἑνὸς τῶν ἱερέων τούτων. Καὶ ἐφοβήθη, καὶ ἔφυγεν ὁδὸν ἡμερῶν τεσσαράκοντα. Τί οὖν; ἡ οὐρανομήκης ἐκείνη ψυχὴ, ὁ τοῦ κόσμου παντὸς ὑπερορῶν, ὁ λιμοῦ τοσούτου καταφρονήσας, καὶ βασιλέως οὕτω τυραννικοῦ κατεξαναστὰς, ὁ κλείσας τὸν οὐρανὸν καὶ ἀνοίξας, ὁ νῦν μὲν ὑετὸν, νῦν δὲ λαμπάδα κατενεγκὼν, ὁ τὰς ἀνάγκας τῆς φύσεως καταπατήσας, ὁ ἀκατάπληκτος, ὁ πανταχοῦ θαῤῥῶν· οὗτος ἀθρόον, μετὰ τοσαῦτα κατορθώματα, μετὰ τηλικαύτην παῤῥησίαν, μιᾶς κόρης πορνευομένης ἀπειλὴν οὐκ ἤνεγκε τὴν διὰ ῥημάτων, ἀλλὰ λοιπὸν φυγὰς καὶ ἄπολις γίνεται, καὶ δραπετεύει πρὸς τὴν ἔρημον, καὶ τεσσαράκοντα ἡμερῶν ὁδὸν ἀναχωρεῖ. Τί ποτε ἄρα τὸ αἴτιον; Ἐγύμνωσεν αὐτὸν ὁ Θεὸς τῆς χάριτος, καὶ ἐδείχθη τῆς φύσεως ἡ ἀσθένεια· ἔδειξε τὸν προφήτην, ἔδειξε καὶ τὸν ἄνθρωπον, ἵνα μάθωσιν, ὅτι καὶ τὰ γενόμενα τότε τῆς χάριτος γέγονεν ἔργον. Ταῦτα δὲ ἐποίει συγγνωμονικόν τε αὐτὸν κατασκευάζων τοῖς πολλοῖς, καὶ τὴν ἐκ τῶν κατορθωμάτων ἐγγινομένην ἀπόνοιαν ὑποτεμνόμενος καὶ κωλύων. Ὅτι γὰρ μεγάλα περὶ ἑαυτοῦ ἐφρόνει καὶ ἐφαντάζετο, καὶ τῶν ἄλλων ἁπάντων κατεξανίστατο, αὐτὸν ὑμῖν τοῦτον παρέξομαι μάρτυρα. Ἐπειδὴ γὰρ ἦλθε πρὸς αὐτὸν ὁ Θεὸς, καὶ ἠρώτα τὴν αἰτίαν τῆς αὐτόθι διατριβῆς, λέγων· Τί σοι ὧδε, Ἠλία; καὶ, Τί σοι ὧδε; ἠρώτα, οὐ μαθεῖν θέλων, ἀλλὰ ἡμῖν ἐκκαλύψαι τὰ ἀπόῤῥητα τῆς διανοίας αὐτοῦ βουλόμενος· ἐπεὶ καὶ τὴν Χαναναίαν ὁ Χριστὸς ὅτε ἠρώτα, οὐχ ἵνα μάθῃ, ἀλλ' ἵνα ἡμᾶς διδάξῃ τὸν θησαυρὸν τὸν ἐναποκείμενον αὐτῇ τῆς πίστεως· ἐρωτᾷ τοίνυν αὐτὸν, τί δήποτε ἀφιγμένος εἴη τοσαύτην ὁδὸν, καὶ καταλιπὼν πόλεις καὶ δήμους, τὴν ἔρημον ἀσπάζεται, οὐχ ἵνα αὐτὸς μάθῃ, (πῶς γὰρ ὁ πάντα εἰδώς;) ἀλλ' ἵνα ἡμᾶς διδάξῃ διὰ τῆς ἀποκρίσεως ἐκείνου τὰ ἀπόῤῥητα τῆς διανοίας αὐτοῦ, καὶ ὅτι εἰκότως ἀφῆκεν αὐτὸν ὑπὸ τοῦ φόβου διασεισθῆναι, καὶ εἰς δειλίαν ἐμπεσεῖν· ἀφῆκεν, οὐκ ὤθησε· συνεχώρησεν, οὐκ ἐνήργησεν, ἀλλ' ἐγύμνωσεν αὐτὸν μόνον, καὶ ἠλέγχθη· ἐπειδὴ οὖν εἶπεν, Τί σοι ὧδε, Ἠλία; ἀκούσωμεν τί φησι· Τὰ θυσιαστήριά σου κατέσκαψαν, καὶ τοὺς προφήτας σου ἀπέκτειναν· κἀγὼ ὑπελείφθην μόνος, καὶ ζητοῦσι τὴν ψυχήν μου. Ὁρᾷς ὅτι πάντας ἐνόμιζεν ἀπολωλέναι, καὶ μόνον αὐτὸν ὑπολελεῖφθαι, καὶ μετ' αὐτὸν οὐδένα εἶναι ἕτερον· ὅπερ αὐτὸν κατὰ μικρὸν εἰς ἀπόνοιαν ἀγαγεῖν ἠδύνατο. Διὰ δὴ τοῦτο ὁ Θεὸς τοῦτον ἐξαίρων αὐτοῦ τὸν λογισμὸν τὸν πεπλανημένον, φησί· Κατέλιπον ἐμαυτῷ ἑπτακισχιλίους ἄνδρας, οἵτινες οὐκ ἔκαμψαν γόνυ τῷ Βάαλ. Ἐπεὶ οὖν καὶ ἡνίκα τὸν αὐχμὸν ἐπήγαγε, παρέμενεν ἐπιτείνων τὴν κόλασιν, καὶ μετὰ ταῦτα περὶ ἑαυτοῦ μεγάλα ἐφαντάζετο, ἅτε δὴ μόνος ὢν ἐπὶ τῆς γῆς τοιοῦτος· ἀφίησιν αὐτὸν αἰσθέσθαι τὴν οἰκείαν ἀσθένειαν, διδάσκων τὸ πλῆθος τῶν διασωθέντων, δι' ἀμφοτέρων τούτων καθαιρῶν αὐτοῦ τὴν διάνοιαν, καὶ πείθων μετριάζειν πανταχοῦ, καὶ συγγνωμικὸν εἶναι, καὶ τῷ ζήλῳ κεραννύναι φιλανθρωπίαν.