Ancient Greek
Section 5
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Quod frequenter conveniendum sit 5.1
Not analysed yet
Εἰ δὲ βούλει καὶ ἐπὶ τῆς Καινῆς αὐτὰ ταῦτα ἰδεῖν, πάλιν σοι τοὺς κορυφαίους καὶ πύργους καὶ προβόλους, καὶ τὰ κεφάλαια τῶν ἐν τῇ Καινῇ εἰς μέσον ἀγαγεῖν πειρασόμεθα. Ὥσπερ Μωϋσέα καὶ Ἠλίαν, οὕτω Παῦλον καὶ Πέτρον ἐπὶ τῆς Καινῆς δείκνυνται. Καθάπερ γὰρ τούτων ἑκάτερος ὁ μὲν Αἰγυπτίου ἑνὸς, ὁ δὲ πόρνης μιᾶς ἀπειλὴν δείσαντες ἐφυγαδεύθησαν· οὕτω δὴ καὶ Πέτρος ἡ κρηπὶς, ὁ θεμέλιος, ὁ στῦλος, μετὰ μυρία παραγγέλματα, μετὰ τὰ τοσαῦτα θαύματα, μετὰ τὴν τοσαύτην φιλοσοφίαν, οὐδὲ βασιλίδος, οὐδὲ ἀνδρὸς, ἀλλὰ θυρωροῦ κόρης ἀπειλὴν ἔδεισε· καὶ ἦν τοῦ προτέρου πολλῷ χαλεπώτερον. Οἱ μὲν γὰρ δείσαντες ἔφυγον μόνον, οὗτος δὲ καὶ πτῶμα ἔπεσε χαλεπώτατον, ὅπερ ἅπαντες ἴσασιν· ἐπειδὴ γὰρ ἐγυμνώθη τῆς χάριτος, ἐδείχθη καὶ ἡ τούτου ἀσθένεια, ἐρήμη γενομένη τῆς τοῦ Θεοῦ κηδεμονίας. Ἀφῆκε δὲ ὁ Θεὸς αὐτὸν πεσεῖν, ἐπειδὴ καὶ τοῦτον ἔμελλεν ἄρχοντα ποιεῖν τῆς οἰκουμένης ἁπάσης· ἵνα τῶν οἰκείων ἀναμιμνησκόμενος πτωμάτων, τῶν ἐφεξῆς γινομένων συγγινώσκῃ τοῖς ὑποσκελιζομένοις. Καὶ ὅτι οὐ στοχασμὸς τὰ εἰρημένα, ἄκουσον αὐτοῦ λέγοντος τοῦ Χριστοῦ· Σίμων, Σίμων, ποσάκις ἐζήτησεν ὁ Σατανᾶς σινιάσαι σε ὡς τὸν σῖτον· κἀγὼ ἐδεήθην περὶ σοῦ, ἵνα μὴ ἐκλίπῃ ἡ πίστις σου. Καὶ σύ ποτε ἐπιστρέψας, στήριξον τοὺς ἀδελφούς σου. Ταύτην μοι δὸς τὴν ἀμοιβὴν, φησὶ, τῆς περὶ σὲ βοηθείας· εἰ γὰρ μὴ τῆς ἐμῆς ἀπέλαυες προνοίας, οὐκ ἂν ἤρκεσας καθ' ἑαυτὸν ἐνεγκεῖν ἐκείνου τὴν ἔφοδον. Ἐννοῶν τοίνυν τὰ σὰ, γίνου καὶ τοῖς ἄλλοις συγγνωμονικός· τὸ γὰρ, Στήριξον, τοῦτό ἐστιν αἰνιττομένου· τοὺς σαλευομένους στήριξον συγκαταβαίνων, χεῖρα ὀρέγων, φιλανθρωπίαν ἐπιδεικνύμενος πολλήν. Καὶ ὁ Παῦλος ὁ λέοντος παντὸς θρασύτερος ὢν, ἡ ἀκατάπληκτος ψυχὴ, τὸ αὐτὸ τοῦτο ἔπαθε. Καὶ ὅρα πῶς δείκνυσιν ἑαυτὸν συνεχῶς δεόμενον τῶν τῆς ταπεινοφροσύνης φαρμάκων· Κορινθίοις γὰρ ἐπιστέλλων φησίν· Οὐ θέλω δὲ ὑμᾶς ἀγνοεῖν, ἀδελφοὶ, περὶ τῆς θλίψεως ἡμῶν τῆς γενομένης ἡμῖν ἐν τῇ Ἀσίᾳ, ὅτι καθ' ὑπερβολὴν ἐβαρήθημεν ὑπὲρ δύναμιν· ἀλλ' αὐτοὶ ἐν ἑαυτοῖς τὸ ἀπόκριμα τοῦ θανάτου ἐσχήκαμεν, ἵνα μὴ πεποιθότες ὦμεν ἐφ' ἑαυτοῖς, ἀλλ' ἐπὶ τῷ Θεῷ τῷ ἐγείροντι τοὺς νεκροὺς, ὃς ἐκ τηλικούτων θανάτων ἐῤῥύσατο ἡμᾶς. Ἠλπίκαμεν δὲ ὅτι καὶ ῥύσεται. Ἀπεγνώσθημεν, φησὶν, οὐ προσεδοκήσαμεν ζήσεσθαι, ἀλλ' ἐν ἑαυτοῖς ἐλογισάμεθα, ὅτι πάντως ἀποθανούμεθα· τοῦτο γάρ ἐστιν, Αὐτοὶ ἐν ἑαυτοῖς τὸ ἀπόκριμα τοῦ θανάτου ἐσχήκαμεν· τοῦτο ἡμῖν τὰ πράγματα ἀπεκρίνατο, ὅτι ἀπολούμεθα πάντως. Τίνος ἕνεκεν συνεχώρησε μέχρι τοσούτων κινδύνων ἐλθεῖν ἡμᾶς ὁ Θεός; Ἵνα μὴ πεποιθότες ὦμεν ἐφ' ἑαυτοῖς, φησὶν, ἀλλ' ἐπὶ τῷ Θεῷ τῷ ἐγείροντι τοὺς νεκρούς. Ὃ δὲ λέγει, τοιοῦτόν ἐστιν· Ἵνα μὴ μέγα φρονῶμεν, ἵνα μὴ ἐπαιρώμεθα τοῖς κατορθώμασιν. Ὃ καὶ προϊὼν σαφέστερον λέγει, πάλιν οὕτω γράφων; ἐπειδὴ γὰρ εἶπε τὴν εἰς οὐρανὸν ἁρπαγὴν, τὴν εἰς παράδεισον εἴσοδον, τὴν τῶν ἀποῤῥήτων ῥημάτων ἐκείνων κοινωνίαν, ἐπήγαγε· Καὶ τῇ ὑπερβολῇ τῶν ἀποκαλύψεων ἵνα μὴ ὑπεραίρωμαι, ἐδόθη μοι σκόλοψ τῇ σαρκὶ, ἄγγελος Σατᾶν, ἵνα με κολαφίζῃ· τοὺς θλίβοντας ἐνταῦθα αἰνιττόμενος καὶ ἐπηρεάζοντας, καὶ εἰς δεσμωτήριον αὐτὸν ἐμβάλλοντας· τούτων γὰρ ἕκαστον Σατανᾶν καλεῖ. Συνεχωρήθην δὲ πειρασμοὺς, φησὶν, ὑπομένειν, ἵνα ἡ ἀπόνοιά μου καταστέλληται, καὶ μετριάζειν μάθω. Διὰ δὴ τοῦτο καὶ παρακαλέσας τὸν Θεὸν, οὐκ ἔτυχον τῆς αἰτήσεως· ἀλλ' ἔμεινα διηνεκῶς ἐπιβουλευόμενος, φάρμακον ταπεινοφροσύνης τὴν θλίψιν ἔχων. Καὶ ὁ πρὸ τούτου δὲ βίος ὁ πρὸ τῆς ἐπιστροφῆς ἱκανὸς ἦν αὐτὸν σωφρονίσαι. Ὁ γὰρ παρὰ τοὺς πόδας Γαμαλιήλου καθήμενος, ὁ κατὰ ἀκρίβειαν τοῦ πατρῴου νόμου ζῶν, ὁ ζηλωτὴς τῶν πατρικῶν παραδόσεων, ὁ τοὺς προφήτας ἀνελίττων καθ' ἑκάστην ἡμέραν, ὁ τῷ νόμῳ συντραφεὶς, οὗτος παραγενόμενον τὸν Χριστὸν, καὶ θαύματα ἐργαζόμενον, καὶ ταῦτα διαλεγόμενον, καὶ τὰ ἀπὸ Γραφῶν παρατιθέντα καὶ ἑρμηνεύοντα, οὐκ ἐδέξατο, ἀλλὰ καὶ σταυρωθέντα καὶ ἀναστάντα ἐδίωκε, καὶ μυρίαις χερσὶ τὸν ἐκείνου μαθητὴν ἔβαλλε, καὶ ταῖς Ἐκκλησίαις ἐπολέμει, καὶ λύκου παντὸς θηριωδέστερος ἦν· καὶ ἕως ὅτε φῶς ἔλαμψεν ἄνωθεν, καὶ φωνὴ ἠνέχθη πρὸς τὴν ἀλήθειαν αὐτὸν ἕλκουσα, οἴκοθεν συνιδεῖν οὐκ ἠδυνήθη τὸ δέον. Διὸ καὶ αὐτὸς συνεχῶς ἐπὶ τῶν ἐπιστολῶν ταῦτα στρέφει, κάτω κύπτων καὶ ἐγκαλυπτόμενος ἐπὶ τοῖς ἤδη γεγενημένοις· καὶ Τιμοθέῳ δὲ γράφων ἔλεγε· Χάριν ἔχω τῷ ἐνδυναμώσαντί με Χριστῷ, ὅτι πιστόν με ἡγήσατο θέμενος εἰς διακονίαν, τὸν πρότερον ὄντα βλάσφημον καὶ διώκτην καὶ ὑβριστήν· ἀλλ' ἠλεήθην, ὅτι ἀγνοῶν ἐποίησα ἐν ἀπιστίᾳ. Καὶ πάλιν, Διὰ τοῦτο ἠλεήθην, ἵνα ἐν ἐμοὶ πρώτῳ ἐνδείξηται ὁ Θεὸς τὴν πᾶσαν μακροθυμίαν πρὸς ὑποτύπωσιν τῶν μελλόντων πιστεύειν ἐπ' αὐτῷ εἰς ζωὴν αἰώνιον. Καὶ Κορινθίοις δὲ γράφων ἔλεγεν· Ὃς οὐκ εἰμὶ ἱκανὸς καλεῖσθαι ἀπόστολος, ὅτι ἐδίωξα τὴν Ἐκκλησίαν.