Ancient Greek
Section 9
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Quod nemo laeditur nisi a se ipso 9
Not analysed yet
Ἀλλὰ τιμᾶσθαι παρασκευάζει τοὺς ἔχοντας ὁ πλοῦτος, φησί, καὶ ἐχθροὺς ἀμύνασθαι μετ' εὐκολίας. Διὰ τοῦτο οὖν εἰπέ μοι, ποθεινὸς ὑμῖν καὶ περιμάχητος εἶναι δοκεῖ ὅτι τὰ χαλεπώτατα ἐν ὑμῖν τρέφει πάθη, ὀργήν τε εἰς ἔργον ἐξάγων καὶ τῆς δοξομανίας τοὺς πομφόλυγας εἰς μείζονα ὄγκον ἐπαίρων καὶ πρὸς ἀπόνοιαν ἀλείφων τε καὶ διεγείρων; Διὰ ταῦτα μὲν οὖν μάλιστα ἀμεταστρεπτὶ φεύγειν αὐτὸν χρή, ὅτι θήρια τινὰ ἄγρια καὶ χαλεπὰ εἰς τὴν διάνοιαν εἰσοικίζει τὴν ἡμετέραν, τῆς μὲν ὄντως τιμῆς τῆς παρὰ πάντων ἀποστερῶν, τὴν δὲ ἐναντίαν ἐκείνην τοῖς ἐκείνης χρώμασιν ἀναχρωννὺς καὶ οὕτω προσάγων τοῖς ἠπατημένοις καὶ πείθων ταύτην ἐκείνην εἶναι νομίζειν οὐκ οὖσαν τῇ φύσει, ἀλλὰ τῇ ὄψει δοκοῦσαν εἶναι. Καθάπερ γὰρ τὰ κάλλη τῶν ἑταιριζομένων γυναικῶν ἐπιτρίμμασι καὶ ὑπογραφαῖς συγκείμενα, κάλλους μὲν ἀποστέρηται, τὴν δὲ αἰσχρὰν ὄψιν καὶ δυσειδῆ καλήν τε καὶ εὐειδῆ δοκεῖν εἶναι ποιεῖ παρὰ τοῖς ἠπατημένοις, οὕτω δὴ καὶ ὁ πλοῦτος τὴν κολακείαν βιαζόμενος τιμὴν δεικνύει. Μὴ γάρ μοι τὰς ἐν τῷ φανερῷ διὰ φόβον καὶ θωπείαν γινομένας εὐφημίας ἴδῃς—αὗται γάρ εἰσιν τὰ χρώματα καὶ αἱ ἐπιγραφαί—ἀλλὰ τὸ ἑκάστου συνειδὸς τῶν τὰ τοιαῦτά σε κολακευόντων ἀνάπτυξον καὶ ὄψει μυρίους ἔνδον καταβοῶντάς σου κατηγόρους καὶ τῶν μάλιστα ἐχθρῶν καὶ πολεμίων μᾶλλον ἀποστρεφομένους καὶ μισοῦντας καὶ εἴ ποτε τὸ ἐκ τοῦ φόβου τούτου συγκείμενον προσωπεῖον μεταβολὴ πραγμάτων ἐπελθοῦσα ἀφανίσειέν τε καὶ διελέγξειε, καθάπερ τὰς ὄψεις ἐκείνας ἥλιος, θερμοτέραν ἀκτῖνα ἀφείς, οὕτως ὄψει καλῶς ὅτι παρὰ πάντα τὸν χρόνον ἐν ἐσχάτῃ μὲν εἶ ἀτιμίᾳ παρὰ τοῖς θεραπεύουσι, τιμῆς δὲ ἐνόμιζες ἀπολαύειν ὑπὸ τῶν μάλιστα μισούντων σε καὶ μυρίαις σε κατὰ διάνοιαν πλυνόντων λοιδορίαις καὶ ἐν ἐσχάταις σε συμφοραῖς ἐπιθυμούντων ἰδεῖν. Τιμὴν γὰρ οὐδὲν οὕτως εἴωθεν ποιεῖν ὡς ἀρετή, τιμὴν οὐ κατηναγκασμένην, τιμὴν οὐ πεπλασμένην, οὐδὲ προσωπείῳ τινὶ φενακισμοῦ κεκρυμμένην, ἀλλὰ ἀληθῆ καὶ γνησίαν, καὶ οὐδεμιᾷ καιρῶν δυσκολίᾳ ἐλεγχομένην.