Ancient Greek · ~8 min
Section 3
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Sermo antequam iret in exsilium 3
Not analysed yet
Μηδεὶς ὑμᾶς θορυβείτω· ταῖς εὐχαῖς προσέχετε. Ταῦτα ἐποίησεν ὁ διάβολος, ἵνα ἐκκόψῃ τὴν σπουδὴν τὴν περὶ τὰς λιτανείας. Ἀλλ' οὐ προχωρεῖ αὐτῷ· ἀλλὰ σπουδαιοτέρους ὑμᾶς καὶ θερμοτέρους εὑρήκαμεν. Αὔριον εἰς λιτανεῖον ἐξελεύσομαι μεθ' ὑμῶν. Ἢ ὅπου ἐγὼ, καὶ ὑμεῖς ἐκεῖ· ὅπου ὑμεῖς, ἐκεῖ κἀγώ· ἓν σῶμά ἐσμεν· οὐ σῶμα κεφαλῆς, οὐ κεφαλὴ σώματος χωρίζεται. Διειργόμεθα τῷ τόπῳ, ἀλλ' ἡνώμεθα τῇ ἀγάπῃ· οὐδὲ θάνατος διακόψαι δυνήσεται. Κἂν γὰρ ἀποθάνῃ μου τὸ σῶμα, ζῇ ἡ ψυχὴ, καὶ μέμνηται τοῦ δήμου· ὑμεῖς ἐμοὶ πατέρες· πῶς ὑμῶν δύναμαι ἐπιλαθέσθαι; ὑμεῖς ἐμοὶ πατέρες, ὑμεῖς ἐμοὶ ζωὴ, ὑμεῖς ἐμοὶ εὐδοκίμησις. Ἐὰν ὑμεῖς προκόψητε, ἐγὼ εὐδοκιμῶ· ὥστε ἐμοὶ ζωὴ πλοῦτος ἐν τῷ ὑμετέρῳ κεῖται θησαυρῷ. Ἐγὼ μυριάκις ὑπὲρ ὑμῶν σφαγῆναι ἕτοιμος (καὶ οὐδεμίαν χάριν παρέχω, ἀλλὰ καὶ ὀφειλὴν ἀποδίδωμι· Ὁ γὰρ ποιμὴν ὁ καλὸς τὴν ψυχὴν αὐτοῦ τίθησιν ὑπὲρ τῶν προβάτων), καὶ σφαγῆναι μυριάκις, καὶ μυρίας κεφαλὰς ἀποτμηθῆναι. Ἐμοὶ ὁ θάνατος οὗτος ἀθανασίας ὑπόθεσις, ἐμοὶ αἱ ἐπιβουλαὶ αὗται ἀσφαλείας ἀφορμή. Μὴ γὰρ διὰ χρήματα ἐπιβουλεύομαι, ἵνα λυπηθῶ; μὴ γὰρ δι' ἁμαρτήματα, ἵνα ἀλγήσω; Διὰ τὸν ἔρωτα τὸν περὶ ὑμᾶς· ἐπειδὴ πάντα ποιῶ, ὥστε ὑμᾶς ἐν ἀσφαλείᾳ μεῖναι, ὥστε μηδένα παρεισελθεῖν τῇ ποίμνῃ, ὥστε μεῖναι ἀκέραιον τὸ ποίμνιον. Ἡ ὑπόθεσις τῶν ἀγώνων ἀρκεῖ μοι εἰς στέφανον. Τί γὰρ ἂν πάθοιμι ὑπὲρ ὑμῶν; Ὑμεῖς ἐμοὶ πολῖται, ὑμεῖς ἐμοὶ πατέρες, ὑμεῖς ἐμοὶ ἀδελφοὶ, ὑμεῖς ἐμοὶ τέκνα, ὑμεῖς ἐμοὶ μέλη, ὑμεῖς ἐμοὶ σῶμα, ὑμεῖς ἐμοὶ φῶς, μᾶλλον δὲ καὶ τοῦ φωτὸς τούτου γλυκύτεροι. Τί γὰρ τοιοῦτον παρέχει μοι ἡ ἀκτῖνα οἷον ἡ ὑμετέρα ἀγάπη; Ἡ ἀκτῖνα ἐν τῷ παρόντι με βίῳ ὠφελεῖ, ἡ δὲ ὑμετέρα ἀγάπη στέφανόν μοι πλέκει ἐν τῷ μέλλοντι. Ταῦτα δὲ λέγω εἰς ὦτα ἀκουόντων· τί δὲ τῶν ὤτων ὑμῶν ἀκουστικώτερον; Τοσαύτας ἡμέρας ἠγρυπνήσατε, καὶ οὐδὲν ὑμᾶς ἔκαμψεν, οὐ χρόνου μῆκος μαλακωτέρους ὑμᾶς ἐποίησεν, οὐ φόβοι, οὐκ ἀπειλαί· πρὸς πάντα ἐγένεσθε γενναῖοι. Καὶ τί λέγω, ἐγένεσθε; Τοῦτο ὅπερ ἐπεθύμουν ἀεὶ, κατεφρονήσατε τῶν βιωτικῶν πραγμάτων, ἀπετάξασθε τῇ γῇ, εἰς τὸν οὐρανὸν μετέστητε· ἀπηλλάγητε τῶν συνδέσμων τοῦ σώματος, πρὸς τὴν μακαρίαν ἐκείνην ἁμιλλᾶσθε φιλοσοφίαν. Ταῦτα ἐμοὶ στέφανοι, ταῦτα παράκλησις, ταῦτα παραμυθία, ταῦτα ἐμοὶ ἄλειμμα, ταῦτα ζωὴ, ταῦτα ἀθανασίας ὑπόθεσις.