Ancient Greek · ~2 min
Σύνοψις τῆς Ῥούθ.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Synopsis scripturae sacrae [Sp.] Σύνοψις τῆς Ῥούθ.
Not analysed yet
Ἡ Νοεμμὴν, ἀποθανόντος αὐτῇ τοῦ ἀνδρὸς, καὶ τῶν υἱῶν, καὶ τοῦ λιμοῦ παυθέντος, δι' ὃν καὶ εἰς τὴν Μωαβῖτιν κατῴκησεν, ἔρχεται εἰς τὴν Ἰουδαίαν, καὶ ἡ μὲν μία αὐτῆς νύμφη ἐπείσθη μεῖναι ἐν τῇ Μωαβίτιδι· ἡ δὲ ἄλλη, ᾗ ὄνομα Ῥοὺθ, πολλὰ παρακαλούσῃ, ὥστε μεῖναι, οὐκ εἶξεν, ἀλλὰ συνηκολούθησε. Καὶ γαμεῖται τῷ Βοὼζ, ἀγχιστεύοντι τὴν Νοεμμὴν, καὶ τίκτει τὸν Ὀβὴδ, ὁ δὲ Ὀβὴδ τὸν Ἰεσσαὶ, ὁ δὲ Ἰεσσαὶ Δαυῒδ τὸν βασιλέα.