Ancient Greek · ~28 min
Σύνοψις τῶν Κριτῶν.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Synopsis scripturae sacrae [Sp.] Σύνοψις τῶν Κριτῶν..1
Not analysed yet
Ἐνταῦθα κεῖται ποίας μὲν πόλεις εἷλον, ποίας δὲ ἀφῆκαν φόρου ἐπιτελεῖς αὐτοῖς εἶναι οἱ Ἰσραηλῖται. Καταμαλακισθέντες γὰρ πρὸς τοὺς τοῦ πολέμου πόνους, παρέβησαν τὸ πρόσταγμα τοῦ Θεοῦ, κελεῦσαν πάντας παντελῶς ἄρδην ἀφανισθῆναι. Ἦλθεν ἄγγελος παρὰ Κυρίου πρὸς τοὺς Ἰσραηλίτας, καὶ ἤλεγξεν αὐτῶν τὴν παρανομίαν. Δέον γὰρ, φησὶ, πάντας ἀφανισθῆναι, ὑμεῖς δὲ καὶ συνθήκας ἔθεσθε πρὸς αὐτούς· διὰ τοῦτο οὐκ ἐξολοθρεύσει ὁ Θεὸς τὰ ὑπολειπόμενα ἔθνη. Ταῦτα ἀκούσαντες ἔκλαυσαν ὁμοθυμαδὸν, καὶ Κλαυθμὸς ὁ τόπος ἐκλήθη. Καὶ παρηνόμουν καὶ εἰδωλολάτρουν συνεχῶς, καὶ παρεδίδοντο τοῖς ἐχθροῖς, καὶ ἀπηλλάσσοντο τῆς δουλείας, καὶ πάλιν τοῖς αὐτοῖς ἐπέμενον κακοῖς. Παρεδόθησαν Χουσὰρ Σαθὼν βασιλεῖ Συρίας ἔτη ηʹ, καὶ ἔσωσεν αὐτοὺς Κύριος διὰ Γοθονοὴλ τοῦ κριτοῦ. Καὶ παρεδόθησαν τῷ Ἐγλὼμ βασιλεῖ Μωὰβ, καὶ ἔκραξαν πρὸς τὸν Θεὸν, καὶ ἤγειρεν αὐτοῖς Ἀὼδ, ὅστις δόλῳ ἀνεῖλε τὸν Ἐγλὼμ καὶ τὸν Μωάβ. Μετὰ τοῦτον ἔκρινε Σομεγὰρ, Δεβώρα, γυνὴ προφῆτις. Δουλευόντων δὲ τῷ βασιλεῖ Χαναὰν τῶν Ἰσραηλιτῶν, κελεύει τῷ Βαρὰκ ἡ Δεβώρα στρατηγῆσαι τὸν πόλεμον. Ὁ δὲ οὐκ ἠνείχετο, εἰ μὴ καὶ αὐτὴ συνεξέλθοι αὐτῷ· καὶ συνεξῆλθεν ἡ γυνή. Γενομένου δὲ τοῦ πολέμου, φεύγουσιν οἱ πολέμιοι, καὶ ὁ στρατηγὸς Ἰαβὶς Σισάρα ἐλθὼν πρός τινα γυναῖκα Ἰαὴλ λεγομένην, ᾔτει πιεῖν· ἡ δὲ γάλα ἔδωκεν αὐτῷ ἀντὶ ὕδατος. Ὡς δὲ ἐκοιμήθη πιὼν, πάσσαλον λαβοῦσα ἡ γυνὴ, διήλασεν διὰ τοῦ κροτάφου αὐτοῦ. Καὶ οὕτως ἀπέθανε Σισάρα· καὶ ἐπελθὼν Βαρὰκ εἶδεν αὐτὸν τεθνηκότα. Τότε ᾖσεν ᾠδὴν Δεβώρα ἐπινίκιον. Πάλιν παραδίδονται εἰς χεῖρας Μαδιὰμ οἱ Ἰσραηλῖται· συνεχῶς γὰρ παρώργιζον τὸν Θεόν. Τότε τῷ Γεδεὼν ὤφθη ἄγγελος, καὶ παρώρμησεν εἰς πόλεμον. Εἶτα ὁ Κύριος κελεύει αὐτὸν θῦσαι τὸν μόσχον τὸν σιτευτὸν τοῦ πατρὸς αὐτοῦ, καὶ ἀνενεγκεῖν ὁλοκαύτωμα, καὶ τὸ θυσιαστήριον κατασκάψαι τοῦ Βάαλ. Ἐποίησεν οὕτως, καὶ ἀνήνεγκεν ὁλοκαύτωμα τῷ Θεῷ. Καὶ αἰτεῖ σημεῖον ὁ Γεδεὼν ὁ καὶ Ἱεροβαὰλ τὸ ἐπὶ τοῦ πόκου γενόμενον. Καὶ κελεύεται ἅπαν ἀποπέμψαι τὸ στρατόπεδον, τριακοσίους δὲ μόνον κατασχεῖν. Καὶ ἐποίησεν οὕτω, καὶ συμβαλὼν μετὰ λαμπάδων καὶ σαλπίγγων, εἷλε τοὺς πολεμίους. Τότε ἀνῃρήθησαν Ὠρὴβ καὶ Ζὴβ οἱ ἄρχοντες Μαδιὰμ, καὶ Ζεβεὲ καὶ Σαλμανὰ οἱ βασιλεῖς. Ἀποθανὼν Γεδεὼν κατέλιπεν υἱοὺς ἑβδομήκοντα, καὶ ἀπὸ παλλακίδος ἕνα τὸν Ἀβιμέλεκ. Οὗτος τοὺς ἑβδομήκοντα ἀνελὼν, ἐκράτησε τὴν βασιλείαν· καὶ μετ' οὐ πολὺ δίκην ἔδωκε τῆς ἀδελφοκτονίας. Προσελθὼν γὰρ ἐν πολέμῳ τινὶ πόλει, κλάσματι μύλου ἐθλάσθη τὴν κεφαλὴν ὑπὸ γυναικὸς, καὶ ἀπέθανε. Μετὰ τὸν Ἀβιμέλεκ ἔκρινε Θωλὰ, μετὰ τὸν Θωλὰ Ἰαείρ. Καὶ παρώργισαν τὸν Θεὸν υἱοὶ Ἰσραὴλ, καὶ παρεδόθησαν εἰς χεῖρας Ἀμμών. Τότε τὸν Ἰεφθάε, υἱὸν ὄντα γυναικὸς πόρνης, καὶ ὑπὸ τῶν ἀδελφῶν ἀπελαθέντα τῆς πατέρων οἰκίας, οἱ ἄρχοντες τοῦ λαοῦ ἀξιοῦσι στρατηγῆσαι τοῦ πολέμου τοῦ πρὸς τοὺς υἱοὺς Ἀμμὼν, καὶ διδόασιν αὐτῷ τὴν ἀρχήν. Ὁ δὲ πεισθεὶς, καὶ πρῶτον πρεσβευσάμενος πρὸς τὸν βασιλέα υἱῶν Ἀμμὼν, ὡς οὐκ ἔπειθεν, εὐξάμενος τῷ Θεῷ θύσειν τὸν πρῶτον ἀπαντήσαντα αὐτῷ, εἰ ἐπανέλθοι ἐκ τοῦ πολέμου, συμβαλὼν τοῖς ἐχθροῖς καὶ νικήσας, θύει τὴν θυγατέρα αὐτοῦ· πρώτη γὰρ αὐτῷ ἀπήντησεν αὕτη. Πάλιν παρώργισαν τὸν Θεὸν οἱ Ἰσραηλῖται, καὶ παρεδόθησαν εἰς χεῖρας ἀλλοφύλων. Τότε τίκτεται ὁ Σαμψὼν, καὶ ἰδὼν γυναῖκα ἐν Θαμναθᾶ, ἠράσθη αὐτῆς, καὶ λαβεῖν ἠθέλησε νόμῳ γάμου. Οἱ δὲ γονεῖς τὸ μὲν πρῶτον διεκώλυον διὰ τὸ ἀλλόφυλον εἶναι· ὡς δὲ εἶδον ἐπικείμενον, οὐκ ἠναντιώθησαν. Ἡνίκα δὲ ἀπῄει διαλεχθῆναι περὶ αὐτῆς, συνήντησεν αὐτῷ λέων, καὶ ἀνεῖλεν αὐτὸν ταῖς χερσὶν αὐτοῦ. Ἐπεὶ δὲ ἔδει γενέσθαι τοὺς γάμους, πάλιν ἀπιὼν, ὁρᾷ κηρίον μέλιτος ἐν τῷ στόματι τοῦ λέοντος τοῦ ἀνῃρημένου ὑπ' αὐτοῦ, καὶ λαβὼν ἔφαγε, καὶ ἔδωκε καὶ τοῖς γονεῦσι καὶ τοῖς συμπολίταις αὐτοῦ· καὶ προέτεινεν αὐτοῖς πρόβλημα λέγων· Ἐκ στόματος ἐσθίοντος ἐξῆλθε βρῶσις, τουτέστιν, ἐκ τοῦ στόματος τοῦ λέοντος, καὶ ἐκ σκληροῦ ἀντὶ τοῦ πικροῦ γλυκύ. Καὶ ὑπέσχετο, εἰ ἐπιλύσειε, δώσειν αὐτοῖς τριάκοντα σινδόνας, καὶ τριάκοντα στολάς· εἰ δὲ μὴ δυνηθεῖεν, ἀπαιτήσειν αὐτοὺς τοσαῦτα. Ὡς δὲ διηπόρουν, καὶ οὐχ εὕρισκον, ἠπείλησαν τῇ γυναικὶ αὐτοῦ θάνατον, εἰ μὴ μάθοι παρ' αὐτοῦ τὸ αἴνιγμα· ἡ δὲ μαθοῦσα, ἀπήγγειλεν αὐτοῖς, καὶ εἰπόντες ἔλαβον. Ὠργίσθη δὲ ὁ Σαμψών. Ὁ δὲ πατὴρ τῆς νύμφης δείσας, λαβὼν αὐτὴν ἔδωκε τῷ νυμφαγωγῷ αὐτοῦ· τοῦτο δὲ μᾶλλον αὐτὸν ἐλύπησεν, καὶ λαβὼν τριακοσίους ἀλώπεκας, καὶ λαμπάδας ὄπισθεν αὐτῶν ἐξάψας, ἀφῆκεν εἰς τὰ πεδία τῶν ἀλλοφύλων· ὡς δὲ ἐνεπύρισεν αὐτῶν τὰ σταχυοφόρα πεδία, ἐνέπρησαν ἐκεῖνοι τὴν οἰκίαν τῆς νύμφης μετ' αὐτῆς καὶ τοῦ πατρὸς αὐτῆς. Οὐδὲ τούτου γενομένου ἐχάλασε τὴν ὀργὴν ὁ Σαμψὼν, ἀλλ' ἔτι ἐπολέμει αὐτοῖς. Οἱ δὲ παραταξάμενοι κατὰ τοῦ Ἰσραὴλ, τὸν Σαμψὼν ἐζήτουν· δήσαντες αὐτὸν οἱ Ἰσραηλῖται παρέδωκαν τοῖς ἐχθροῖς. Ὁ δὲ τὰ δεσμὰ διαῤῥήξας, καὶ εὑρὼν σιαγόνα ὄνου, χιλίους ἀπέκτεινεν ἐν αὐτῇ. Καὶ διψήσας ηὔξατο τῷ Θεῷ, καὶ ἐξῆλθεν ὕδωρ ἐκ τῆς σιαγόνος, καὶ ἔπιεν. Ἦλθεν ἐκεῖθεν εἰς γυναῖκα πόρνην εἰς Γάζαν, καὶ περιεκύκλωσαν αὐτὸν οἱ ἐχθροί· ὁ δὲ κατὰ τὸ μεσονύκτιον λαβὼν τὰς πύλας τῆς πόλεως, καὶ θεὶς ἐπὶ τῶν ὤμων ἐξῆλθεν. Ἠράσθη μετὰ ταῦτα γυναικός τινος ὁ Σαμψὼν ὀνόματι Δαλιδᾶς, καὶ ἔλαβεν αὐτὴν εἰς γυναῖκα. Ταύτῃ δὲ ὑπέσχοντο οἱ σατράπαι τῶν ἀλλοφύλων χιλίους καὶ ἑκατὸν ἀργυρίους, εἰ μάθοι παρ' αὐτοῦ, πῶς ἂν εὐκαταγώνιστος γένοιτο. Ὡς δὲ ἐπειρᾶτο μαθεῖν, τὸ μὲν πρῶτον αὐτὴν ἠπάτα· τέλος δὲ, ὡς κατειργάσατο αὐτὸν, εἶπεν αὐτῇ τὴν ἀλήθειαν, ὅτι ἐάν τις αὐτοῦ περιέλοι τοὺς βοστρύχους, ἀσθενήσει. Ἡ δὲ καλέσασα τοὺς σατράπας, καὶ κοιμήσασα αὐτὸν, ἐποίησε ξυρισθῆναι, καὶ ἠσθένησε. Καὶ λαβόντες αὐτὸν οἱ ἀλλόφυλοι, ἐτύφλωσαν καὶ ἐνέβαλον εἰς τὸ δεσμωτήριον. Οἱ δὲ ηὐφραίνοντο, καὶ ἐξήγαγον αὐτὸν ἐκ τοῦ δεσμωτηρίου, εἰς τὸ ἐμπαῖξαι αὐτῷ· ὁ δὲ πικρὸν στενάξας, καὶ τοῦ Κυρίου δεηθεὶς ὥστε ἐνισχῦσαι αὐτὸν, τῶν κιόνων λαβόμενος τοῦ οἴκου, καὶ διασαλεύσας, κατήνεγκε τὸν οἶκον ἐπὶ τοὺς σατράπας καὶ ἑαυτὸν καὶ ἕτερον λαὸν πολὺν, καὶ ἀπέθανον πλείους, ἢ ὅσοι ἀπέθανον ὑπ' αὐτοῦ ζῶντος. Μετὰ ταῦτα ἐπιστρατεύουσιν οἱ ἐκ τῆς φυλῆς Δὰν, καὶ ἔλαβον τὴν Λαϊσὰν, καὶ ἐπωνόμασαν αὐτὴν, καὶ ἔστησαν ἐκεῖ γλυπτὸν λατρείαν. Ἀνὴρ Λευΐτης, ὀργισθείσης αὐτῷ τῆς παλλακῆς αὐτοῦ, καὶ ἀπελθούσης εἰς τὸν οἶκον τοῦ πατρὸς αὐτῆς, ἀπῄει καταλέξων αὐτὴν ἑαυτῷ· καὶ λαβὼν αὐτὴν ἐπανῆλθεν· ἐν δὲ τῇ ὁδῷ κατέλυσεν εἰς Γαβαὰ τὴν Βενιαμὶν παρά τινι πρεσβύτῃ. Οἱ δὲ ἐν τῇ Γαβαὰ περιστάντες τὴν οἰκίαν ἐκείνην, ἐζήτουν τὸν ξένον, ἵνα ἐξυβρίσωσιν εἰς αὐτόν. Ὁ πρεσβύτης ἕτοιμος ἦν τὴν θυγατέρα αὐτοῦ δοῦναι αὐτοῖς τὴν παρθένον. Οἱ δὲ λαβόντες τὴν παλλακὴν, ἐνέπαιξαν αὐτῇ ὅλην τὴν νύκτα. Ὡς δὲ πρωῒ γέγονεν, ἀφέντες αὐτὴν ἀπῆλθον. Ἡ δὲ ὑπὸ τῆς ἐπηρείας, ἐλθοῦσα παρὰ τὴν οἰκίαν, ἔνθα κατήγετο ὁ ἀνὴρ αὐτῆς, ἐξέψυξεν. Ἐξελθὼν δὲ ἐκεῖνος, καὶ εὑρὼν αὐτὴν νεκρὰν, διεῖλεν εἰς δεκαδύο μέρη, καὶ ἔπεμψε ταῖς δώδεκα φυλαῖς. Χαλεπῶς δὲ ἤνεγκαν τὸ γεγονὸς, καὶ ἐξοπλισάμενοι ᾔτουν τοὺς ἐνυβρίσαντας τὸ γύναιον. Ὡς δὲ οὐκ ἐδίδοσαν ἐκεῖνοι, συνεκρότησαν πόλεμον. Καὶ τὸ μὲν πρῶτον ἡττήθησαν, καὶ δεύτερον, ἐν δὲ τῇ τρίτῃ συμβολῇ πᾶσαν τὴν φυλὴν Βενιαμὶν κατέκοψαν, πλὴν ἑξακοσίων τῶν διαφυγόντων. Ὡς δὲ ἐκινδύνευσεν ἡ φυλὴ τελέως ἀπολέσθαι (οὔτε γὰρ εἶχον οὗτοι γυναῖκας, καὶ οἱ υἱοὶ Ἰσραὴλ ὤμοσαν ἐξ αὐτῶν μὴ δώσειν αὐτοῖς), ἑλόντες τοὺς μὴ συστρατεύσαντας αὐτοῖς κατὰ τῶν Βενιαμιτῶν, τὰς ἐκείνων παρθένους ἔδωκαν αὐτοῖς τετρακοσίας· ὡς δὲ ἐνέλιπον ἔτι, ἑορτῆς τελουμένης, συνεχώρησαν αὐτοῖς ἐξελθοῦσιν ἀφαρπάσαι παρθένους, οὐκ εἰδότων τῶν γονέων.