Ancient Greek · ~15 min
Σύνοψις τῶν τῷ προφήτῃ Ἡσαΐᾳ εἰρημένων.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Synopsis scripturae sacrae [Sp.] Σύνοψις τῶν τῷ προφήτῃ Ἡσαΐᾳ εἰρημένων..1
Not analysed yet
Κατηγορία τοῦ Ἰσραὴλ καὶ συμφορὰ, καὶ παραίτησις θυσιῶν, καὶ παραίνεσις βελτίονος βίου. Προφητεία περὶ τῆς Ἐκκλησίας, καὶ τῆς ἐσομένης εἰρήνης. Κατηγορία τοῦ Ἰσραὴλ, καὶ πολιορκία ἐσομένη. Κατηγορία τῆς τρυφῆς αὐτῶν καὶ τῆς ὑπερηφανίας. Ἀποβολὴ τοῦ Ἰσραὴλ διὰ τοῦ παραδείγματος τοῦ ἀμπελῶνος. Διαβάλλει τοὺς ἄρχοντας τοῦ Ἰσραὴλ εἰς πλεονεξίαν καὶ εἰς μέθην, καὶ προλέγει αὐτοῖς ἐρήμωσιν. Καὶ ἀπειλεῖ τοῖς προτιμῶσι τοὺς ψευδοπροφήτας τῶν προφητῶν. Ἄνοδος τῶν πολεμίων αὐτῶν. Ὁρᾷ τὴν ὀπτασίαν, ἐν ᾗ ἐκαθάρθη αὐτοῦ τὰ χείλη. Ἐπιστρατεύει ὁ Σύρων βασιλεὺς μετὰ τῶν Ἰσραηλιτῶν ἐπὶ τὴν Ἱερουσαλὴμ, καὶ προφητεύει ὁ Ἡσαΐας περὶ τοῦ Χριστοῦ, καὶ περὶ τῆς ἐρημώσεως Ἱερουσαλὴμ, καὶ περὶ τῆς ἀνόδου Ναβουχοδονόσορ. Προφητεία τῶν εἰς Χριστὸν πιστευόντων. Περὶ τῆς ἰσχύος καὶ ὑπερηφανίας καὶ ἀπωλείας τοῦ Ἀσσυρίου. Περὶ τῶν πιστευόντων Χριστῷ, περὶ τῆς κατὰ σάρκα γεννήσεως τοῦ Χριστοῦ· περὶ τῆς τῶν εἰς αὐτὸν πιστευόντων ἐπιεικείας. Ἀπώλειαν Βαβυλῶνος καὶ τῶν ἀλλοφύλων προφητεύει. Ἀπώλεια Μωαβιτῶν. Περὶ Χριστοῦ προφητεία. Ἀπώλεια Δαμασκοῦ, καὶ τοῦ Ἰσραὴλ συμφορὰ καὶ σωτηρία. Ἀπώλεια Αἰγύπτου. Ἀλληγορεῖ κάκωσιν εἰς τὰ ἔθνη τὰ μὴ πιστεύσαντα τῷ Κυρίῳ, καὶ εἰς τὴν ἐρήμωσιν τῆς ἀσεβείας αὐτῶν. Κελεύεται Ἡσαΐας γυμνὸς περιπατῆσαι. Ἐπιστρατεία Μήδων καὶ Βαβυλωνίων γενομένη κατὰ Ἰδουμαίας καὶ Ἀραβίας. Πολιορκία Ἱερουσαλὴμ ἡ ἐσχάτη ὑπὸ Ναβουχοδονόσορ. Πρόῤῥησις τῷ Σωμνᾷ τῷ ταμίᾳ περὶ τῆς ἀπωλείας. Οἱ δὲ ταμίαι, τουτέστιν, οἱ φύλακες τῶν ἐν τῷ ἱερῷ χρημάτων, ἀπὸ τῶν ἱερέων ἦσαν. Ἀπώλεια Τύρου, καὶ ἡ μετὰ ταῦτα σωτηρία, καὶ περὶ τῶν Ἐκκλησιῶν ἀλληγορικῶς. Ἀπώλεια Βαβυλῶνος ὑπὸ Μήδων, καὶ ἐπ' αὐτῇ εὐχαριστία τῷ Θεῷ ὑπὸ τοῦ προφήτου. Καὶ περὶ τῶν Χριστῷ πιστευόντων προφητεία, περὶ τῆς τοῦ διαβόλου ἀπωλείας τῆς ὑπὸ Χριστοῦ γενομένης· περὶ τῆς τοῦ Χριστοῦ κατὰ σάρκα παρουσίας· περὶ τῆς εἰς Χριστὸν πίστεως. Ἐγκαλεῖται ὁ Ἰσραὴλ, ὅτι τὴν ἐλπίδα ἀπὸ Θεοῦ ἀποστήσας, ἐπὶ τοὺς Αἰγυπτίους αὐτὴν μετήγαγε· καὶ προαγορεύεται αὐτῷ κακὰ, καὶ εὐθηνία μετὰ ταῦτα. Προφητεύεται δὲ ἐν τῷ αὐτῷ περὶ τῆς τοῦ Χριστοῦ Ἐκκλησίας, περὶ τῆς ἐπιστροφῆς τῶν ἐθνῶν τῆς εἰς Χριστὸν, καὶ περὶ τῆς ἐρημώσεως Ἱερουσαλήμ. Περὶ τῆς Ἐκκλησίας ἱστορία, ὡς μὲν κατὰ τὴν πρόχειρον εἰς τὴν Ἰδουμαίαν καὶ τὴν Ἱερουσαλὴμ, κατ' ἀναγωγὴν δὲ εἰς τὴν ἐρημίαν τῶν Ἰουδαίων, καὶ εἰς τὴν εὐπραγίαν τῆς τοῦ Χριστοῦ Ἐκκλησίας. Τὰ κατὰ τὸν Σεναχηρείμ. Προφητεία περὶ Ἰωάννου τοῦ Προδρόμου, καὶ τῶν εἰς Χριστὸν πιστευόντων. Τῆς τοῦ Θεοῦ δυνάμεως ἔνδειξις, καὶ κατηγορία τοῦ Ἰσραὴλ, ὡς εἰδωλολατροῦντος, καὶ τῶν εἰς τὸν λαὸν εὐεργεσιῶν ὑπόμνησις. Περὶ τῆς ἐκκλησιαστικῆς καταστάσεως, καὶ εἰδώλων ἀσθενείας. Περὶ Χριστοῦ προφητεία, καὶ τῶν εἰς αὐτὸν πιστευόντων. Ὀνειδίζει τῷ Ἰσραὴλ ἁμαρτιῶν ἕνεκεν. Λέγει διὰ τὴν παρακοὴν αὐτῶν ἐπενηνέχθαι αὐτοῖς τὰς συμφοράς. Περὶ τῆς εἰς Χριστὸν πίστεως. Ὅτι καὶ μὴ θύοντα εἴασε τὸν λαὸν, καὶ οὐκ ἀπῄτει τὴν διὰ θυσιῶν λατρείαν. Καὶ περὶ τῶν εἰς Χριστὸν πιστευόντων προφητεία. Ἔλεγχος τῆς τῶν εἰδώλων ἀσθενείας, καὶ ἔνδειξις τῆς τοῦ Θεοῦ δυνάμεως. Ἀπώλεια Βαβυλῶνος, καὶ τῆς σκληροκαρδίας Ἰουδαίων ἔλεγχος, καὶ χρηστῶν πραγμάτων προφητεία. Περὶ Χριστοῦ προφητεία καὶ παράκλησις Ἱερουσαλήμ. Περὶ τῶν ἀποστόλων καὶ περὶ Χριστοῦ προφητεία. Περὶ τῆς τοῦ Χριστοῦ κατὰ σάρκα γεννήσεως, καὶ περὶ πάθους, καὶ ἀναστάσεως, καὶ πλήθους τῶν εἰς αὐτὸν πιστευόντων. Περὶ τοῦ Χριστοῦ ἅμα καὶ περὶ τοῦ Ἰσραὴλ κατὰ ἱστορίαν, κατὰ ἀναγωγὴν περὶ τῶν εἰς Χριστὸν πιστευόντων. Κατηγορία Ἰουδαίων εἰδωλολατρείας ἕνεκεν, καὶ τῆς νηστείας αὐτῶν παραίτησις, καὶ ἑτέρας νηστείας βελτίονος ὑπόδειξις. Εἶτα κατηγορία τῶν δολερῶν αὐτῶν ἔργων καὶ βουλευμάτων, καὶ προφητεία περὶ τῶν εἰς Χριστὸν πιστευόντων. Περὶ Χριστοῦ προφητεία, καὶ περὶ τῶν ἰάσεων τῶν εἰς ψυχὴν καὶ εἰς σῶμα γενομένων ὑπ' αὐτοῦ, καὶ περὶ τῶν ἀποστόλων καὶ περὶ τῶν λοιπῶν τῶν πιστευόντων αὐτῷ. Περὶ τοῦ πάθους. Καὶ παρὰ τοῦ προφήτου, ὡς παρὰ τοῦ λαοῦ, ἐξομολόγησις, καὶ παρὰ τοῦ Κυρίου ἔλεγχος ἐκείνων ἀπειθείας, καὶ πρόσληψις τῶν πιστευόντων αὐτῷ, καὶ κατηγορία τῆς Ἰουδαίων εἰδωλολατρείας. Περὶ τῶν πιστευόντων ἐξ Ἰουδαίων εἰς τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστόν. Κατηγορία τῶν ἀπειθησάντων περὶ τῆς μελλούσης ζωῆς.