Ancient Greek · ~199 min
Ἔσδρας βιβλίον βʹ
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Synopsis scripturae sacrae [Sp.] Ἔσδρας βιβλίον βʹ.1
Not analysed yet
Ἐν τούτῳ τῷ βιβλίῳ τὰ αὐτὰ μὲν τῷ πρώτῳ λέγει ὁ Ἔσδρας περὶ τῆς ἐπανόδου, χωρὶς τῶν προβληθέντων. Καὶ τὰ πλείω δὲ ἐξηγεῖται περὶ Νεεμίου τοῦ εὐνούχου· ὅτι αὐτὸς ἠξίωσε περὶ τῆς οἰκοδομῆς τοῦ ἱεροῦ· καὶ ὅτι μὲν Ἔσδρας ἀνεγίνωσκε, Ἰησοῦς δὲ καὶ Βανέας καὶ Σαραβίας ἦσαν συνετίζοντες τὸν λαόν. Καὶ ὁ μὲν Ἔσδρας ἀναγινώσκων διέστειλεν ἐν ἐπιστήμῃ Κυρίου· ὁ δὲ λαὸς συνῆκε ἐν τῇ ἀναγνώσει, καὶ ἐποίησε τὸ πάσχα, καὶ ἐν τῷ ἑβδόμῳ μηνὶ ἐποίησε τὴν νηστείαν καὶ τὴν σκηνοπηγίαν, ὡς γέγραπται· Ὅτι, φησὶν, οὐκ ἐποίησαν οὕτως ἀπὸ τῶν ἡμερῶν Ἰησοῦ τοῦ Ναυῆ. Ἔσδρας δὲ ἑωρακὼς ἐπιμιγείσας γυναῖκας Ἀζωτίους τοῖς Ἑβραίοις, ἔπεισε πάντας ἐπαγγείλασθαι φυλάττειν τὸν νόμον τοῦ Θεοῦ. Καὶ ἐξέβαλε τὰς γυναῖκας, ὡς παράνομον γάμον, καὶ ὤμοσαν φυλάξαι τὸν νόμον. Καὶ οὕτως ἁγιασθέντες καὶ καθαρισθέντες εὐφράνθησαν, καὶ ἀπῆλθε ἕκαστος εἰς τὸν οἶκον αὐτοῦ. Ἱστορεῖται δὲ καὶ τοῦτο περὶ τοῦ Ἔσδρα, ὅτι ἀπολλυμένων τῶν βιβλίων ἐξ ἀμελείας τοῦ λαοῦ διὰ τὴν πολυχρόνιον αἰχμαλωσίαν, αὐτὸς Ἔσδρας, φιλόκαλος ὢν καὶ εὐφυὴς, καὶ ἀναγνώστης, ἐφύλαξε πάντα, καὶ λοιπὸν προήνεγκε, καὶ πάλιν ἐκδέδωκε· καὶ οὕτω διασώζεται τὰ βιβλία. Ἐσθὴρ βιβλίον. Ἐσθὴρ καλεῖται τὸ βιβλίον, ἐπειδὴ διὰ τῆς Ἐσθὴρ ὁ Θεὸς μέλλοντας ἀπολέσθαι παγγενῆ τοὺς Ἰουδαίους, αὐτοὺς μὲν διέσωσε, τὸν δὲ Ἀμὰν ἐπιβουλεῦσαι θελήσαντα ἐπάταξεν. Ἀρταξέρξης γὰρ ὁ βασιλεὺς τὴν ἰδίαν ἐκβαλὼν γυναῖκα, ἐζήτησεν ἐν τῇ βασιλείᾳ αὐτοῦ τὴν πάντων καλλίστην οὖσαν καὶ ὡραιοτέραν λαβεῖν ἑαυτῷ γυναῖκα· καὶ εὑρέθη Ἐσθὴρ τὸ γένος Ἰουδαία τυγχάνουσα. Ἦν δὲ καὶ Μαρδοχαῖος συγγενὴς αὐτῆς ἀπὸ τῆς αἰχμαλωσίας τῆς γενομένης ἐπὶ Σεδεκίου ἐν αὐτῇ τῇ χώρᾳ. Ὁ οὖν βασιλεὺς μέγαν ποιήσας τὸν λεγόμενον Ἀμὰν, ἐκέλευσε πάντας αὐτὸν προσκυνεῖν. Ἀλλὰ τοῦ Μαρδοχαίου τῇ πρὸς Θεὸν λατρείᾳ μὴ προσκυνοῦντος τὸν ἄνθρωπον, ὠργίσθη ὁ Ἀμὰν, καὶ μαθὼν ὅτι Ἰουδαῖός ἐστι, πείθει τὸν βασιλέα Ἀρταξέρξην, καὶ γράφει ὥστε πάντας τοὺς ἐν τῇ βασιλείᾳ αὐτοῦ Ἰουδαίους ὁλοῤῥίζους ἀπολέσθαι ἐν μιᾷ ἡμέρᾳ τῷ δωδεκάτῳ μηνί. Τοῦτο τοίνυν μαθὼν ὁ Μαρδοχαῖος, ἐπένθει, καὶ νηστεύων, προὔπεμψε τὴν Ἐσθὴρ ἀξιῶν παρὰ αὐτῆς βοήθειαν γενέσθαι. Ἡ τοίνυν Ἐσθὴρ νηστεύσασα, καὶ εὐξαμένη τῷ Θεῷ, ἐκόσμησεν ἑαυτὴν τῷ γυναικείῳ κόσμῳ, καὶ μὴ κληθεῖσα (οὐκ ἦν γὰρ ἐξὸν μὴ κληθεῖσαν εἰσελθεῖν), ὅμως εἰσῆλθε παρὰ τὸν καιρὸν πρὸς τὸν βασιλέα, ἀντὶ τοῦ καιροῦ τῇ εὐχῇ θαῤῥοῦσα. Εἶτα τοῦ βασιλέως θαυμάζοντος τὸ ξένον, ἔπεσεν ἐκείνη ἀπὸ τοῦ φόβου. Ὁ δὲ Θεὸς μετέβαλε τὸν θυμὸν τοῦ βασιλέως εἰς διάθεσιν καὶ πραότητα· καὶ ἀναστὰς ἐβάστασε τὴν γυναῖκα, καὶ παρεκάλει αὐτὴν μὴ φοβεῖσθαι, ἀλλὰ καὶ ἠξίωσεν αὐτὴν αἰτεῖσθαι, εἴ τι βούλοιτο. Ἡ δὲ ἐπὶ δεῖπνον ἠξίωσεν ἐλθεῖν αὐτόν τε τὸν βασιλέα καὶ τὸν Ἀμὰν, οὐχ ἅπαξ, ἀλλὰ καὶ δεύτερον. Ὁ μὲν οὖν Ἀμὰν διαχυθεὶς καὶ γανωθεὶς, ὡς ὑπὸ τῆς βασιλίδος ἀξιωθεὶς κληθῆναι, ἔτι μᾶλλον ἐπήρετο κατὰ τοῦ Μαρδοχαίου, καὶ ἐποίησε ξύλον κοπῆναι μέγα, βουλόμενος τὸν Μαρδοχαῖον τῇ ἑξῆς ἡμέρᾳ ἐν αὐτῷ κρεμάσαι. Ὁ δὲ βασιλεὺς κατά τινα πρόνοιαν ἀγαθὴν, ἀγρυπνήσας ἐκείνην τὴν νύκτα, καὶ μὴ δυνάμενος ὑπνῶσαι, ἐκέλευσεν ἀναγινώσκεσθαι αὐτῷ τῶν πράξεων αὐτοῦ τὰ ὑπομνήματα. Ἀναγινωσκομένων δὲ αὐτῶν, εὗρε πρᾶξιν ἀγαθὴν εἰς αὐτὸν γενομένην ὑπὸ τοῦ Μαρδοχαίου. Δύο γὰρ εὐνούχους μέλλοντας ἐπιβουλεύειν τῷ βασιλεῖ κατήνεγκεν αὐτῷ τῷ βασιλεῖ καὶ ἤλεγξεν. Ὁ τοίνυν βασιλεὺς ἀποδεξάμενος τὴν προαίρεσιν τοῦ Μαρδοχαίου, ἐζήτει τιμὴν ἀξίαν τῷ τοιούτῳ παρασχεῖν. Ὡς δὲ εἰσῆλθε πρωῒ πρὸς αὐτὸν ὁ Ἀμὰν, ἐπυνθάνετο ὁ βασιλεὺς αὐτοῦ, ὁποίας καὶ πηλίκης τιμῆς ἄξιός ἐστιν ὁ τὸν βασιλέα εὐεργετήσας. Ὁ δὲ Ἀμὰν νομίζων περὶ αὐτοῦ πυνθάνεσθαι τὸν βασιλέα, εἶπεν ἄξιον εἶναι τὸν τοιοῦτον δεύτερον βασιλέα καλεῖσθαι. Ὁ μὲν οὖν βασιλεὺς κελεύει τὸν Μαρδοχαῖον τῆς τοιαύτης ἀξιωθῆναι τιμῆς, καὶ τὸν Ἀμὰν ἔμπροσθεν αὐτοῦ περιπατεῖν. Ἡ δὲ Ἐσθὴρ πρόφασιν εὑροῦσα, ἠξίωσε περὶ τῶν Ἰουδαίων. Εἶτα τοῦ βασιλέως λυπηθέντος ἐπὶ τῷ παρανόμῳ προστάγματι τῷ κατὰ τῶν Ἰουδαίων, καὶ ὀργισθέντος κατὰ τοῦ Ἀμὰν, αὐτὸς ὁ Ἀμὰν παρεκάλει τὴν Ἐσθὴρ, ἀπόντος τοῦ βασιλέως, ἐπικύπτων καὶ προσκυνῶν τὰ γόνατα αὐτῆς. Ὁ δὲ βασιλεὺς καὶ ἑωρακὼς τὸν Ἀμὰν ἁπτόμενον τῶν ἰχνῶν τῆς βασιλίσσης, ὑπονοήσας αἰσχρῶς αὐτὸν τοῦτο ποιεῖν, ἐκέλευσεν αὐτὸν μὲν τὸν Ἀμὰν εἰς τὸ ξύλον, ὅπερ ἦν ἑτοιμάσας τῷ Μαρδοχαίῳ, κρεμασθῆναι· γράφει δὲ ἄνεσιν μὲν ἔχειν πάντας τοὺς Ἰουδαίους, τοὺς δὲ ἐχθροὺς αὐτῶν ἀναιρεθῆναι παρ' αὐτῶν. Καὶ οἱ μὲν ἀναιρεθέντες εἰσὶ μύριοι πεντακισχίλιοι. Γέγονε δὲ ἑορτὴ τῇ ιδʹ καὶ ιεʹ ἐν τῷ μηνὶ τῷ δωδεκάτῳ, ὅστις καλεῖται Ἄδαρ. Καλεῖται δὲ ἡ ἡμέρα αὕτη τῇ ἰδίᾳ διαλέκτῳ αὐτῶν Φουρά. Διὰ τοῦτο κατὰ τὴν ἡμέραν ταύτην καίουσιν οἱ Ἰουδαῖοι τὸν Ἀμὰν, καὶ ἑορτάζουσι, μνημόσυνον οὖσαν τῆς σωτηρίας αὐτῶν. Καὶ ἐν τούτοις τέλος ἔχει τὸ βιβλίον. Τωβὶτ βιβλίον. Τωβὶτ καλεῖται τὸ βιβλίον, ἐπειδὴ τὴν περὶ αὐτοῦ τοῦ Τωβὶτ ἱστορίαν περιέχει. Ἔστι δὲ ὁ Τωβὶτ ἀπὸ μὲν φυλῆς Νεφθαλεὶμ, γέγονε δὲ ἐν τῇ αἰχμαλωσίᾳ, καὶ ἦν ἐν τῇ Νινευῒ ἐλεήμων καὶ θεοσεβής. Καὶ γὰρ ἐν τῇ αἰχμαλωσίᾳ γενόμενος, οὐκ ἤσθιε κοινὸν ἄρτον ἀπὸ τῶν ἐθνῶν, ἀλλ' ἑαυτὸν συνετήρησε. Ἦν δὲ καὶ ἀγοραστὴς τοῦ βασιλέως Ἐνεμασάρου, καὶ παρέθετο ἐν τῇ Μηδείᾳ Γαβαὴλ τάλαντα ιʹ Οὗτος οὖν ὁ Τωβὶτ σπουδὴν εἶχε θάπτειν τοὺς ἀποθνήσκοντας τῶν Ἰουδαίων. Διαβληθεὶς δὲ τῷ βασιλεῖ Ἀχειρὴλ, ἔφυγε. Καὶ ἐπανελθὼν, καὶ θάψας τινὰ τῶν ἀποθανόντων, ἐκοιμήθη ἔξω τοῦ τείχους, καὶ ὡς εἴωθε κοιμώμενος, ἀνεῳγμένους εἶχε τοὺς ὀφθαλμοὺς, στρουθίων δὲ ἀφοδευσάντων ἄνωθεν εἰς τοὺς ὀφθαλμοὺς αὐτοῦ, λευκώματα ἔσχε, καὶ οὐκέτι ἔβλεπεν. Ἦν δὲ καὶ ἐν Ἐκβατάνοις θυγάτηρ τοῦ Ῥαγουὴλ συγγενοῦς αὐτοῦ Σάῤῥα ὀνόματι. Ταύτην γαμηθῆναι οὐκ ἐπέτρεπεν ὁ δαίμων Ἀσμοδαῖος· ἑπτὰ γοῦν ἑξῆς λαβόντας αὐτὴν ἀπέκτεινε [καὶ πάνυ λυπηθεῖσα· ἑπτὰ γὰρ λαβόντας ἑξῆς αὐτὴν ἀπέκτεινε]. Καὶ πάνυ λυπηθεῖσα ἡ παῖς ηὔξατο· καὶ ἀπέστειλεν αὐτῇ βοηθὸν ὁ Θεὸς τὸν ἀρχάγγελον Ῥαφαήλ. Ὁ τοίνυν Τωβὶτ παραγγείλας τῷ υἱῷ αὐτοῦ Τωβίᾳ μὴ λαβεῖν ἀλλαχόθεν γυναῖκα, εἰ μὴ ἐκ τῆς φυλῆς αὐτοῦ καὶ τοῦ γένους, δίδωσιν αὐτῷ τὸ χειρόγραφον τῶν δέκα ταλάντων, καὶ ἐντέλλεται αὐτῷ ἀπελθεῖν καὶ ἀπαιτῆσαι. Ἀγνοῶν δὲ ὁ παῖς τὴν ὁδὸν καὶ τὸν ἄνθρωπον, ἐξέρχεται ζητῆσαι συνοδοιπόρον. Κατὰ Θεοῦ πρόνοιαν εὑρίσκει τὸν Ῥαφαὴλ, ὡς ἄνθρωπον ἑστῶτα ἔξω, καὶ μισθοῦται αὐτὸν λέγοντα εἰδέναι τὴν ὁδόν. [Καὶ συνοδεύει αὐτῷ ὁ ἄγγελος ὡς ἄνθρωπον λέγοντα εἰδέναι τὴν ὁδόν.] Καὶ συνοδεύει αὐτῷ ὁ ἀρχάγγελος Ῥαφαὴλ ὡς ἄνθρωπος λεγόμενος Ἀζαρίας. Ἐλθόντων δὲ αὐτῶν εἰς τὸν Τίγρην ποταμὸν, ἠθέλησεν ὁ παῖς εἰς αὐτὸν καταβῆναι καὶ λούσασθαι, καὶ εὐθὺς ἰχθὺς ἐπεπήδησε τῷ παιδαρίῳ μέγας. Ὁ δὲ ἄγγελος εἶπεν αὐτῷ ἐπιλαβέσθαι τοῦ ἰχθύος καὶ τεμεῖν αὐτὸν καὶ λαβεῖν τό τε ἧπαρ καὶ τὴν καρδίαν αὐτοῦ καὶ τὴν χολὴν, καὶ ταῦτα τηρεῖν. Εἶτα πυνθανομένου τοῦ παιδὸς, εἰς τί χρήσιμα ταῦτα, ἐκεῖνος ἔφη· Τὸ ἧπαρ καὶ ἡ καρδία θυμιώμενα διώξει τὸν δαίμονα· ἡ δὲ χολὴ καθαρίσει τὰ λευκώματα. Ὁ μὲν οὖν παῖς συμβουλίᾳ καὶ συνεργίᾳ τοῦ ἀγγέλου λαμβάνει τὴν τοῦ Ῥαγουὴλ θυγατέρα τὴν Σάῤῥαν γυναῖκα, διωχθέντος τοῦ δαιμονίου ἐν τῷ θυμιάματι τούτῳ, καὶ δεθέντος εἰς τὰ ἀνώτερα μέρη Αἰγύπτου ὑπὸ τοῦ ἀγγέλου. Μείνας δὲ μετὰ τῆς γυναικὸς ὁ Τωβίας, ἀποστέλλει τὸν Ἀζαρίαν, ὡς ἄνθρωπον ὄντα, εἰς τὴν Μηδίαν, καὶ ἀπαιτήσας ἐκεῖνος τὰ δέκα τάλαντα ὑπέστρεψε μετὰ τῆς γυναικὸς καὶ αὐτοῦ τοῦ ἀγγέλου πρὸς τὸν πατέρα. Ὑποστρέψας δὲ ὁ παῖς, ἐγχρίει τῇ χολῇ τοῦ ἰχθύος τοὺς ὀφθαλμοὺς τοῦ πατρὸς, καὶ ἀποπίπτουσιν αἱ λεπίδες, καὶ εὐθὺς ἀνέβλεψε. Ὅτε μὲν ἐτυφλώθη ὁ Τωβὶτ, ἦν ἐτῶν νηʹ, ὅτε δὲ ἀνέβλεψε, ἦν ἐτῶν ξϛʹ Καὶ λοιπὸν βλέψαντος αὐτοῦ, ἐφανέρωσεν ἑαυτὸν ὁ ἄγγελος, ὅτι οὐκ ἄνθρωπος ἦν, ἀλλὰ παρὰ τοῦ Θεοῦ ἀπεστάλη εἰς βοήθειαν αὐτῶν τε καὶ τῆς Σάῤῥα. Γηράσας δὲ ὁ Τωβὶτ, παρήγγειλε τῷ υἱῷ αὐτοῦ Τωβίᾳ, ἀπελθεῖν εἰς τὴν Μηδίαν διὰ τὴν ἐσομένην καταστροφὴν τῆς Νινευῒ κατὰ τὸ ῥῆμα Ἰωνᾶ τοῦ προφήτου, καὶ ἐκλιπὼν ἀπέθανε ἐτῶν ὢν ρνεʹ Ὁ δὲ υἱὸς αὐτοῦ Τοβίας ἀπελθὼν εἰς τὴν Μηδίαν, καὶ θάψας τοὺς πενθεροὺς αὐτοῦ, καὶ ἀκούσας περὶ τῆς καταστροφῆς Νινευῒ, ἀπέθανε καὶ αὐτὸς ρζʹ ἐτῶν ὤν. Καὶ ἐν τούτοις τέλος ἔχει καὶ τοῦτο τὸ βιβλίον. Βιβλίον Ἰουδίθ. Ἰουδὶθ καλεῖται τὸ βιβλίον, ἐπειδὴ πολεμουμένους καὶ πολιορκουμένους ὑπὸ τοῦ Ὀλοφέρνου τοῦς υἱοὺς Ἰσραὴλ ὁ Θεὸς διὰ τῆς Ἰουδὶθ τοὺς μὲν λαοὺς ἔσωσε, τὸν δὲ Ὀλοφέρνην ἐπάταξεν. Ἡ δὲ ἱστορία αὕτη· Ναβουχοδονόσορ ὁ βασιλεὺς τῶν Ἀσσυρίων, πόλεμον ἔχων πρὸς Ἀρφάξαδ βασιλέα Μήδων, ᾔτησε συμμαχίαν παρὰ τῶν ἐθνῶν πάντων ἕως Αἰγύπτου. Μὴ δεδωκότων δὲ αὐτῶν, ἀλλ' ἀντειρηκότων πάντων, μετὰ τὸ νικῆσαι καὶ περιγενέσθαι τοῦ Ἀρφάξαδ, ἔθετο κατὰ τῶν μὴ δεδωκότων πόλεμον. Καὶ ἀπέστειλε τὸν Ὀλοφέρνην μετὰ δυνάμεως πολλῆς κατ' αὐτῶν. Τὰ μὲν οὖν ἄλλα πάντα ἔθνη ἔλαβε, καὶ τὰ εἴδωλα αὐτῶν συνέτριψεν. Οἱ δὲ υἱοὶ Ἰσραὴλ ἠσφαλίσαντο ἑαυτοὺς, καὶ οὐχ ὑπήκουσαν τῷ Ὀλοφέρνῃ, οὔτε ἐφοβήθησαν αὐτοῦ τὴν ἀπειλήν. Ὁ τοίνυν ἱερεὺς Ἰωακεὶμ ἔγραψε τοῖς ἐν Βετυλούᾳ φράξαι τὴν ὁδὸν Ὀλοφέρνου, ἐπειδὴ ἐκεῖθεν ἦν αὐτοῦ ἡ ὁδὸς, καὶ ἔφραξαν. Καὶ ὁ μὲν Ὀλοφέρνης παρετάσσετο εἰς πόλεμον. Ἀχιὼρ δὲ ὁ ἡγούμενος τῶν υἱῶν Ἀμμὼν συνεβούλευσε τῷ Ὀλοφέρνῃ μὴ πολεμεῖν τὸ ἔθνος τῶν Ἑβραίων διὰ τὸ ὑπερασπίζειν αὐτῶν τὸν Θεόν. Καὶ ὀργισθεὶς Ὀλοφέρνης ἀπέστρεψεν αὐτὸν εἰς Βετουλᾶ, ἀπειλήσας ἀναιρεῖν αὐτὸν εἰ περιγένοιτο τῶν Ἑβραίων. Ὁ μὲν οὖν Ἀχιὼρ ἦν Βετουλᾶ ἀναπαυόμενος. Ὁ δὲ Ὀλοφέρνης ἐπολιόρκει τὴν πόλιν, προκαταλαβὼν τὰ ὕδατα. Ἤδη δὲ τοῦ λαοῦ ἐκλυθέντος διὰ τὸ δίψος, καὶ μελλόντων ἐκδοῦναι τὴν πόλιν τῶν ἀρχόντων, Ἰουδὶθ ἀποβαλοῦσα τὰ τῆς χηρείας ἱμάτια (ἐπένθει γὰρ τὸν ἄνδρα, καὶ δι' ὅλου νηστεύουσα ἦν), ἐκόσμησεν ἑαυτὴν ὡς νύμφην, καὶ πολλὰ παρακαλέσασα, ὥστε μὴ ἐκδοῦναι τὴν πόλιν ἄχρις ἡμερῶν εʹ, ἐξῆλθεν αὐτὴ πρὸς τὸν Ὀλοφέρνην, καὶ τῇ σοφίᾳ αὐτῆς ἀπατήσασα αὐτὸν, τῇ τρίτῃ ἡμέρᾳ ἀπεκεφάλισεν αὐτὸν [τῇ τρίτῃ ἡμέρᾳ], ἀγνοούντων στρατιωτῶν αὐτοῦ, καὶ οὕτω λοιπὸν ἀπὸ τοῦ τείχους οἱ πολῖται ἀφάψαντες τὴν κεφαλὴν Ὀλοφέρνου, τοῖς αὐτοῦ στρατηγοῖς ὑπέδειξαν. Ἐντεῦθεν οἱ γὰρ Ἀσσύριοι ἔφυγον, οἱ δὲ υἱοὶ Ἰσραὴλ πανταχόθεν συνδραμόντες κατέκοψαν τοὺς Ἀσσυρίους. Σωθέντες δὲ καὶ σκυλεύσαντες τοὺς πολεμίους, δεδώκασι τῇ Ἰουδὶθ πάντα τὰ τοῦ Ὀλοφέρνου. Αὐτὴ δὲ Ἰουδὶθ ἀπελθοῦσα εἰς Ἱερουσαλὴμ ἀνέθηκε πάντα τῷ Κυρίῳ, καὶ ἐπιστρέψασα εἰς τὸν οἶκον αὐτῆς, τὴν αὐτὴν εἶχε ἄσκησιν, καὶ διέμεινεν ἕως θανάτου χήρα, μηδενὸς αὐτὴν ἰσχύοντος πεῖσαι πρὸς γάμον ἐλθεῖν. Ἀπέθανε δὲ ζήσασα καλῶς ἐν τῇ χηρείᾳ αὐτῆς ἐτῶν ρεʹ Καὶ ἐν τούτοις τέλος ἔχει τὸ βιβλίον. Ἰὼβ βιβλίον. Ἰὼβ καλεῖται τὸ βιβλίον, ἐπειδὴ τὴν κατ' αὐτὸν ἱστορίαν περιέχει, πῶς τε πέπονθε πειρασθεὶς ὑπὸ τοῦ διαβόλου, καὶ νικήσας αὐτὸν ἐν τῷ ὑπομεῖναι εὐσεβῶς τὰς ἐπενεχθείσας αὐτῷ πληγάς· καὶ διπλᾶ πάντα ἀπέλαβε, καὶ γέγονεν ἐνδοξότερος ὑπὲρ ὃ ἦν. Πέπονθε δὲ ἐτῶν ὢν οʹ, ἐπέζησε δὲ μετὰ τὰς πληγὰς ἔτη ροʹ, ὡς εἶναι τὰ πάντα τῆς ζωῆς αὐτοῦ ἔτη σμʹ Γέγονε δὲ Ἰὼβ πρὸ Μωϋσέως· ἀπὸ γὰρ Ἀβραὰμ πέμπτος ἦν, ἔγγονος Ἡσαῦ. Διὰ δὲ τὴν γενομένην κατ' αὐτοῦ πληγὴν ἦλθον πρὸς αὐτὸν φίλοι παρακαλεῖν αὐτὸν, καὶ τοσοῦτον φιλονείκως καὶ ἀνηλεῶς πρὸς αὐτὸν διετέθησαν τοῖς λόγοις, ὥστε καὶ ἁμαρτίαν αὐτοῖς τὸ πρᾶγμα λογισθῆναι. Ὁ δὲ Ἰὼβ παρεκάλεσε τὸν Θεὸν ὑπὲρ αὐτῶν, καὶ συνεχωρήθη αὐτοῖς. Εἰσὶν οὖν τῷ Ἰὼβ διάλογοι πρὸς τοὺς φίλους ηʹ· τοῦ Ἐλιφὰζ πρὸς αὐτὸν τρεῖς· τοῦ Σωφὰρ πρὸς αὐτὸν δύο· καὶ τοῦ Βαλδὰδ τρεῖς. Ἔτι δὲ καὶ τοῦ Ἐλιοὺζ τοῦ Βαραχιὴλ τοῦ Βουζίτου. Καὶ λοιπὸν ὁ Κύριος χρηματίζει τῷ Ἰὼβ διὰ λαίλαπος καὶ νεφέλης. Ἀποκρίνεται δὲ καὶ Ἰὼβ τῷ Κυρίῳ διὰ λόγων δύο. Καὶ τοῦτο τέλος ἔχει τὸ βιβλίον. Ἔστι δὲ ὁ σκοπὸς αὐτοῦ ἅπας πρὸς ὑπομονὴν ἐκκαλούμενος τοὺς ἐν πειρασμοῖς περιπίπτοντας, κἂν πάνυ ἐπ' εὐσεβείᾳ μεμαρτύρηνται, καὶ μὴ σκανδαλίζεσθαι, ἀλλ' ἐπιφωνεῖν· Ὁ Κύριος ἔδωκε, ὁ Κύριος ἀφείλετο· ὡς τῷ Κυρίῳ ἔδοξεν, οὕτω καὶ ἐγένετο· εἴη τὸ ὄνομα Κυρίου εὐλογημένον ἀπὸ τοῦ νῦν καὶ ἕως τοῦ αἰῶνος· ἔτι καὶ τὸ, Γυμνὸς ἐξῆλθον ἐκ κοιλίας μητρός μου, γυμνὸς καὶ ἀπελεύσομαι ἐκεῖ· καὶ ἐντεῦθεν λοιπὸν μανθάνειν πόση τῆς ὑπομονῆς ἡ ὠφέλεια· καὶ γὰρ ἐντεῦθεν κἀκεῖ τὴν μισθαποδοσίαν λήψονται ὡς Ἰώβ. Ἔτι δὲ καὶ ἀναδείξῃ ὁ Θεὸς ἀπείραστος κακῶν, πειράζει δὲ οὐδένα· παραχωροῦντος δὲ τοῦ Θεοῦ πειρασμοὶ τοῖς ἀνθρώποις ὑπὸ δαιμόνων ἐπέρχονται, διὰ τὴν ἑκάστου δοκιμὴν καὶ τελείωσιν. Φασὶ δὲ Σολομῶντα συντεταχέναι καὶ τοῦτο τὸ βιβλίον, εἰ μὴ ἄρα Μωϋσέως ἐστὶ σύγγραμμα. Ἡ μὲν περιοχὴ τοῦ βιβλίου τοῦτον ἔχει τὸν τρόπον. Ἡ δὲ ἀνακεφαλαίωσίς ἐστιν ἐν τούτοις. Ἐν προοιμίοις μὲν, ὡς ἦν Ἰὼβ οἰκῶν ἐν χώρᾳ τῇ Αὐσίτιδι· εἶτα μαρτυρία τῆς Γραφῆς περὶ τῆς ἀγαθῆς αὐτοῦ πολιτείας· καὶ ὅτι ἦσαν οἱ υἱοὶ αὐτῷ ζʹ, καὶ θυγατέρες ϛʹ· καὶ περὶ ἀριθμοῦ τῶν κτηνῶν αὐτοῦ. Καὶ ὅτι πορευόμενοι οἱ υἱοὶ αὐτοῦ πρὸς ἀλλήλους, ἐποίουν πότον καθ' ἑκάστην ἡμέραν σὺν ταῖς τρισὶν ἀδελφαῖς αὐτῶν. Καὶ ἐπέστελλε Ἰὼβ καὶ ἐκαθάριζε τοὺς υἱοὺς αὐτοῦ, προσφέρων περὶ αὐτῶν θυσίαν τῷ Κυρίῳ. Πρώτη μαρτυρία τοῦ Κυρίου περὶ τοῦ Ἰὼβ πρὸς τὸν διάβολον, πρώτη φθονολογία τοῦ διαβόλου περὶ Ἰὼβ πρὸς τὸν Κύριον. Ἔδωκεν ἐξουσίαν ὁ Κύριος τῷ διαβόλῳ, πάντα ὅσα ἦν τῷ Ἰὼβ, ἐκτὸς αὐτοῦ μόνου. Πρῶτον εὐαγγελίζεται ὁ διάβολος τῷ Ἰὼβ περὶ τῆς αἰχμαλωσίας τῶν ἵππων καὶ τῶν ὄνων, καὶ τοῦ παταγμοῦ τῶν παίδων. Περὶ τοῦ δευτέρου ἀγγέλου, ὃς εἶπε πρὸς Ἰώβ· Ἐμπεπύρισταί σου τὰ πρόβατα, καὶ οἱ ποιμαίνοντες αὐτά. Περὶ τοῦ τρίτου ἀγγέλου, ὃς εἶπε πρὸς Ἰὼβ περὶ τῆς αἰχμαλωσίας τῶν καμήλων καὶ τοῦ παταγμοῦ τῶν παίδων. Τέταρτος ἄγγελος ἔρχεται πρὸς αὐτὸν, ὅτι Συνεπτώθη ἡ οἰκία, καὶ ἐθανατώθησαν πάντες οἱ υἱοί σου. Ἐν πᾶσι τούτοις τοῖς συμβεβηκόσιν αὐτῷ, οὐδὲ ἥμαρτε Ἰὼβ ἐναντίον Κυρίου. Καὶ δευτέρα μαρτυρία τοῦ Κυρίου πρὸς τὸν διάβολον, ἐγκωμιάζουσα τὸν Ἰὼβ, καὶ δευτέρα φθονολογία τοῦ διαβόλου περὶ Ἰὼβ πρὸς τὸν Κύριον. Καὶ ὡς ἀπέδοτο Κύριος τὸν Ἰὼβ, φυλαττομένης τῆς ψυχῆς. Ἐξελθὼν δὲ ὁ διάβολος ἔπαισε τὸν Ἰὼβ ἀπὸ ποδῶν ἕως κεφαλῆς. Καὶ καθίσας Ἰὼβ ἐπὶ τῆς κοπρίας ἔξεε τὸν ἰχῶρα. Ἐντέλλεται τῷ Ἰὼβ ἡ γυνὴ αὐτοῦ εἰπεῖν εἰς Κύριον, καὶ τελευτῆσαι· καὶ ἐπιτιμᾷ αὐτῇ. Ἤκουσαν οἱ τρεῖς φίλοι τοῦ Ἰὼβ, Ἐλιφὰζ ὁ Θαιμανιτῶν βασιλεὺς, Βαλδὰδ ὁ Σαυχέων τύραννος, Σωφὰρ ὁ Μηναίων βασιλεὺς πάντα τὰ ἐπελθόντα αὐτῷ. Καὶ παρεγένοντο πρὸς αὐτὸν ἕκαστος ἐκ τῆς ἰδίας χώρας, τοῦ ἐπισκέψασθαι αὐτὸν, καὶ ἐπιγνόντες αὐτὸν, διέῤῥηξεν ἕκαστος τὴν στολὴν αὐτοῦ ἐπὶ τῷ πάθει. Μετὰ δὲ τὴν πληγὴν πρῶτον ἤνοιξεν Ἰὼβ τὸ στόμα αὐτοῦ, καὶ κατηράσατο τὴν ἡμέραν καὶ τὴν νύκτα ἐν ᾗ ἐγεννήθη. Περὶ τοῦ, Ὥσπερ θεράπων δεδοικὼς τὸν κύριον, οὕτω δέδοται τοῖς ἐν πικρίᾳ φῶς, οἳ ἱμείρονται τοῦ θανάτου, καὶ οὐ τυγχάνουσι. Θάνατος γὰρ ἀνδρὶ ἀνάπαυσις. Ὑπολαβὼν πρῶτος Ἐλιφὰζ ὁ Θαιμανίτης λέγει πρὸς Ἰώβ· Μνήσθητι τίς καθαρὸς ὢν ἀπώλετο, ἢ πότε ἀληθινοὶ ὁλόῤῥιζοι ἀπώλοντο. Ὅτι γαυρίαμα δρακόντων ἐσβέσθη· μυρμηκολέων δὲ ὤλετο παρὰ τὸ μὴ ἔχειν βοράν· σκύμνοι λεόντων ἔλιπον ἀλλήλους. Ὡς οὐκ ἔστι βροτὸς καθαρὸς ἐναντίον Κυρίου, καὶ ἀπὸ τῶν ἔργων αὐτοῦ ἄμεμπτος ἀνήρ. Οἱ ἄφρονες, φησὶ, κἂν ῥίζας βάλωσιν, εὐθέως βρωθήσεται ἡ δίαιτα αὐτῶν, διότι ἃ ἐκεῖνοι συνήγαγον, δίκαιοι ἔδονται. Ἄνθρωπος, φησὶ, γεννᾶται κόπῳ, καὶ νεοσσοὶ γυπῶν ὑψηλὰ πέτονται. Καταλαμβάνει δὲ Κύριος τοὺς σοφοὺς ἐν φρονήσει αὐτῶν, καὶ τὰς βουλὰς τῶν πολυπλόκων ἐξιστᾷ. Τὸν ἀθῷον ἐξ ἀναγκῶν ἐξελεῖται Κύριος, καὶ ἐν τῷ ἑβδόμῳ οὐ μὴ ἅψεται αὐτοῦ κακόν. Σὺ δὲ γνῶθι σεαυτὸν, εἴ τι ἔπραξας. Πρώτη πρὸς Ἐλιφὰζ τοῦ Ἰὼβ ἀντίλεξις· περὶ τοῦ, Εἰ γάρ τις ἱστῶν στήσαι μου τὴν ὀργὴν, τὰς δὲ ὀδύνας μου ἄραι ἐν ζυγῷ ὁμοθυμαδὸν, καὶ δὴ ἄμμου παραλίας βαρύτερα ἔσται. Περὶ τοῦ, Μὴ γὰρ διακενῆς κεκράξεται ὄνος ἄγριος, ἀλλ' ἢ τὰ σιτία ζητῶν; Εἰ δὲ καὶ ῥήξει φωνὴν (βοῦς) ἐπὶ φάτνης ἔχων τὰ βρώματα; Μὴ ἰσχὺς λίθων καὶ ἰσχύς μου; αἱ σάρκες μού εἰσι χάλκεαι; Ὅτι, Ὥσπερ πειρατήριόν ἐστιν ὁ βίος ἀνθρώπου ἐπὶ τῆς γῆς, καὶ ὥσπερ μισθίου αὐθημερινοῦ ἡ ζωὴ αὐτοῦ. ὅτι, Εἰ ἐγὼ ἥμαρτον, τί δυνήσομαι πρᾶξαι; Ὅτι, Ἐπιστάμενος τὸν νοῦν τῶν ἀνθρώπων, διατί ἔθου με κατεντευκτήν; Μετὰ δὲ Ἐλιφὰζ δεύτερος ὑπολαβὼν Βαλδὰδ ὁ Σαυχεώτης λέγει πρὸς Ἰώβ· Μέχρι τίνος λαλήσεις; Πνεῦμα πολυῤῥῆμον ἐν τῷ στόματί σου. Μὴ ὁ Κύριος ἀδικήσει κρίνων; ἢ ὁ τὰ πάντα ποιήσας οὐ παρέξει τὸ δίκαιον; Περὶ τοῦ, Ὥσπερ οὐ θάλλει πάπυρος ἄνευ ὕδατος, ἢ ὑψοῦται βούτομος ἄνευ πότου· ἔτι γὰρ ὢν ἐπὶ ῥίζαν, οὐ μὴ θερισθῇ. Πρὸ τοῦ γὰρ πεσεῖν πᾶσαν βοτάνην ξηρανθήσεται· οὕτως ἔσται τὰ ἔσχατα πάντα τῶν ἐπιλανθανομένων τοῦ Θεοῦ. Πρώτη τοῦ Ἰὼβ πρὸς Βαλδὰδ ἀντίλεξις· ὅτι, Ἐπ' ἀληθείας οἶδα, ὅτι οὕτως ἐστί· πῶς γὰρ ἔσται δίκαιος [βροτὸς] παρὰ Κυρίῳ; Περὶ τοῦ, Ὁ τανύσας τὸν οὐρανὸν μόνος, καὶ περιπατῶν ἐπὶ θαλάσσης ὡς ἐπ' ἐδάφους, ποιῶν Πλειάδα καὶ Ἕσπερον. Τίς κρίματος Θεοῦ ἀντιστήσεται; Ἐάν τε γὰρ ὦ δίκαιος, τὸ στόμα μου ἀσεβήσει· κἄν τε ὦ ἄμεμπτος, σκολιὸς ἀποβήσομαι. Περὶ τοῦ· Ὁ βίος μού ἐστιν ἐλαφρότερος δρομέως. Εἰ καὶ ἐστὶ ναυσὶν ἴχνος ὁδοῦ, ἢ ἀετοῦ πετομένου ζητοῦντος βοράν; Μνήσθητι, ὅτι πηλόν με ἔπλασας, εἰς δὲ γῆν με πάλιν ἀποστρέφεις. Ἢ οὐχ ὥσπερ γάλα με ἤμελξας, καὶ τὰ ἑξῆς. Ὥσπερ ἐγινόμην οὐκ ὤν. Διατί ἐκ γαστρὸς εἰς μνῆμα οὐκ ἀπηλλάγην; ὅτι [sic]. Μετὰ Ἐλιφὰζ Βαλδὰδ, μετὰ Βαλδὰδ Σωφὰρ ὁ Μηναῖος κατὰ τὴν οἰκείαν τάξιν, ὥσθ' ἕκαστον αὐτῶν περιμένειν τὰ κρείττονα λέγειν πρὸς τὸν Ἰώβ. Ὁ τὰ πολλὰ λέγων, καὶ ἀντακούσεται. Περὶ τοῦ· ὅτι Ἀναλάμψει σου τὸ πρόσωπον ὥσπερ ὕδωρ καθαρόν. Ἐκδύσῃ δὲ ῥύπον, καὶ οὐ φοβηθήσῃ, καὶ τὸν κόπον ἐπιλήσῃ ὥσπερ κῦμα παρελθόν. Ἡ γὰρ εὐχή σου ὡς ἑωσφόρος. Πρώτη τοῦ Ἰὼβ πρὸς Σωφὰρ ἀντίλεξις· ὅτι, Ὑμεῖς μόνοι ἐστὲ ἄνθρωποι, ἢ μεθ' ὑμῶν τελευτήσει σοφία; Κἀμοὶ μὲν καρδία καθ' ὑμᾶς ἔσται. Περὶ τοῦ, Τίς οὐκ ἔγνω ἐν πᾶσι τούτοις, ὅτι χεὶρ Κυρίου ἐποίησε ταῦτα; Ὅτι ἐν τῇ χειρὶ αὐτοῦ ψυχὴ πάντων τῶν ζώντων, καὶ πνεῦμα παντὸς ἀνθρώπου. Ἐὰν, φησὶ, τὸ ὕδωρ κωλύσῃ, ξηρανεῖ τὴν γῆν· ἐὰν δὲ ἐπαφῇ, ἀπώλεσεν αὐτὴν καταστρέψας. Περὶ τοῦ, Τίς καθαρὸς ἔσται ἀπὸ ῥύπου; Ἀλλ' οὐθεὶς, ἐὰν κἂν μία ἡμέρα ὁ βίος αὐτοῦ ἐπὶ τῆς γῆς. Καὶ, Δένδρῳ ἐστὶν ἐλπίς· ἐὰν μὲν ἐκκοπῇ, καὶ πάλιν ἀνθήσει, καὶ ὁ ῥάδαμνος αὐτοῦ οὐ μὴ ἐκλίπῃ. Ἀνὴρ δὲ τελευτήσας ᾤχετο· πεσὼν δὲ βροτὸς, οὐκέτι ἔνι. Δευτέρα ἀρχὴ πάλιν. Ἐλιφὰζ πρὸς Ἰώβ· ὅτι, Πότερον σοφὸς ἀπόκρισιν δώσει συνέσεως πνεῦμα; Ἐλέγξαι σε γὰρ τὸ στόμα σου, καὶ μὴ ἐγώ. Περὶ τοῦ, Τίς γὰρ ὢν βροτὸς, ἔσται ἄμεμπτος; ἢ ἔσται δίκαιος γεννητὸς γυναικός; Δευτέρα ἀντίλεξις Ἰὼβ πρὸς Ἐλιφάζ. Ἀκήκοα γὰρ τοιαῦτα πολλά. Παρακλήτορες γὰρ κακῶν πάντες. Ἰδοὺ ἐν οὐρανοῖς ὁ μάρτυς μου· ὁ δὲ συνίστωρ μου ἐν ὑψίστοις. Εἴη δὲ ἔλεγχος ἀνδρὶ ἐναντίον Κυρίου. Περὶ τοῦ, Τὴν νύκτα εἰς ἡμέραν τέθεικε. Ἐὰν γὰρ ὑπομείνω, ᾅδης μου ὁ οἶκος. Θάνατον γὰρ ἐπεκάλεσα πατέρα μου εἶναι, μητέρα δὲ καὶ ἀδελφήν μου σαπρίαν. Δεύτερος δὲ πάλιν ὑπολαβὼν Βαλδὰδ, λέγει πρὸς Ἰώβ· Μέχρι τίνος οὐ παύσῃ; Τί γὰρ, ἐὰν σὺ ἀποθάνῃς, ἀοίκητος ἡ ὑπ' οὐρανόν; Δευτέρα Ἰὼβ πρὸς Βαλδάδ· Ἕως τίνος ἔγκοπον ποιήσετε τὴν ψυχήν μου, καὶ καθαιρεῖτέ με λογισμοῖς; καταλαλεῖτέ μου οὐκ αἰσχυνόμενοι; Περὶ τοῦ, Τὴν δόξαν μου ἐξ ἐμοῦ ἐξεῖλε, ἀφεῖλε δὲ στέφανον ἀπὸ κεφαλῆς μου, ἐξέκοψε δὲ ὥσπερ δένδρον τὴν ἐλπίδα μου. Περὶ τοῦ, ὅτι Ἀπ' ἐμοῦ ἀδελφοί μου ἀπέστησαν, ἔγνωσαν ἀλλοτρίους ἢ ἐμέ· φίλοι δέ μου ἀνελεήμονες γεγόνασι. Θεράποντά μου ἐκάλεσα, καὶ οὐχ ὑπήκουσε· καὶ ἱκέτευον τὴν γυναῖκά μου, καὶ οὐ προσέσχε· προσεκαλούμην δὲ υἱοὺς παλλακίδων μου, εἰς τὸν αἰῶνα δὲ ἀπεποιήσαντό με. Ἐλεήσατέ με, ἐλεήσατε, ὦ φίλοι. Διατί με διώκετε, ὥσπερ ὁ Κύριος; Τίς γὰρ ἂν δοίη γραφῆναι τὰ ῥήματά μου; Παρὰ Κυρίου ταῦτά μοι συνετελέσθη. Ὁ γὰρ ὀφθαλμός μου ἑώρακε καὶ οὐκ ἄλλος. Ῥίζαν λόγου εὑρήσομεν ἐν αὐτῷ. Εὐλαβήθητε καὶ ὑμεῖς ἀπὸ ἐπικαλύμματος. Δεύτερον πάλιν ὑπολαβὼν Σωφὰρ λέγει πρὸς Ἰώβ· Οὐχ οὕτως ὑπελάμβανον ἀντερεῖν σε ταῦτα. Περὶ τοῦ, Εὐφροσύνη ἀσεβῶν πτῶμα ἐξαίσιον· χαρμονὴ δὲ παρανόμων ἀπώλεια. Ὅτε δὲ δοκεῖ ἤδη ἐστηρίχθαι, τότε εἰς τέλος ἀπολεῖται. Περὶ τοῦ, Ὀστᾶ αὐτοῦ ἀνεπλήσθησαν νεότητος αὐτοῦ. Καὶ ὅτι, Ἂν γλυκανθῇ ἐν τῷ στόματι αὐτοῦ κακία, κρύψει αὐτὴν ὑπὸ τὴν γλῶσσαν αὐτοῦ. Ὥσπερ χολὴ ἀσπίδος ἐν γαστρὶ αὐτῆς, οὕτω πλοῦτος ἐξ ἀδίκων συναγόμενος ἐξεμεθήσεται. Ὅτι, Εἰς κενὰ καὶ μάταια ἐκοπίασε, συνάγων πλοῦτον ἐξ οὗ οὐ γεύσεται. Ὅτι, Πολλῶν ἀδυνάτων οἴκους ἔθλασε. Τρῶσαι αὐτὸν, φησὶ, τόξον χάλκειον, καὶ διεξέλθοι διὰ στόματος αὐτοῦ βέλος. Ἄστρα δὲ ἐν διαίταις αὐτοῦ περιπατήσουσιν. Αὕτη γὰρ ἡ μερὶς ἀνθρώπου ἀσεβοῦς παρὰ Κυρίου. Δευτέρα τοῦ Ἰὼβ πρὸς Σωφὰρ ἀντίλεξις· Ἀκούσατε, ἀκούσατέ μου τῶν λόγων, ἵνα ᾖ μὴ παρ' ὑμῶν παράκλησις. Τί γάρ; μὴ ἀνθρώπῳ μου ἡ ἔλεγξις; Διὰ τί γὰρ ἀσεβεῖς ζῶσι, πεπαλαίωνται δὲ καὶ ἐν πλούτῳ καὶ εὐθηνίᾳ; Διεσώθη δὲ αὐτῶν ἐν γαστρὶ ἔχουσα. Ὅπου Λέγει ὁ ἀσεβὴς τῷ Κυρίῳ· Ἀπόστηθι ἀπ' ἐμοῦ, ὁδούς σου εἰδέναι οὐ βούλομαι. Τί ἱκανὸς ὅτι δουλεύσομαι αὐτῷ; Πότερον οὐχὶ ὁ Κύριός ἐστιν ὁ διδάσκων σύνεσιν καὶ ἐπιστήμην; Αὐτὸς δὲ πόνους διακρίνει. Ὥστε οἶδα ὑμᾶς, ὅτι τόλμῃ ἔγκεισθέ μοι. Καὶ περὶ τοῦ, Ποῦ ἐστιν οἶκος ἀρχόντων; Εἰς ἡμέραν ἀπωλείας κουφίζεται ὁ πονηρός· καὶ ὀπίσω αὐτοῦ πᾶς ἄνθρωπος ἀπελεύσεται. Τρίτος πάλιν ὑπολαβὼν Ἐλιφὰζ λέγει· Πότερον οὐχὶ ὁ Κύριός ἐστιν ὁ διδάσκων σύνεσιν καὶ ἐπιστήμην; Τί γὰρ μέλει τῷ Κυρίῳ, ἐὰν σὺ ἦσθα τοῖς ἔργοις ἄμεμπτος; Ἐνταῦθα λέγει Ἐλιφὰζ πρὸς Ἰὼβ, ὅτι Χήρας ἐξαπέστειλας κενὰς, ὀρφανοὺς δὲ ἐκάκωσας. Καὶ εἶπας, Τί ἔγνω ὁ ἰσχυρός; Οἱ λέγοντες, Τί ποιήσει ἡμῖν Κύριος; καὶ τί ἐπάξεται ἡμῖν ὁ πάντων κρατῶν; Περὶ τοῦ, Καθαρὸν ἀποδώσει σε Κύριος ὥσπερ ἄργυρον πεπυρωμένον. Ἀνάβλεψον εἰς τὸν οὐρανὸν ἱλαρῶς. Εὐξαμένου δέ σου πρὸς αὐτὸν, εἰσακούσεταί σου, καὶ διασωθήσῃ ἐν καθαραῖς χερσί σου. Τρίτη τοῦ Ἰὼβ ἀντίλεξις πρὸς Ἐλιφάζ. Καὶ δὴ οἶδα, ὅτι χειρός μου ἡ ἐλεημοσύνη μού ἐστι, καὶ ἡ χεὶρ αὐτοῦ βαρεῖα γέγονε ἐπ' ἐμῷ στεναγμῷ. Εἰ ἐν πολλῇ ἰσχύϊ ἐπελεύσεταί μοι σκότος. Ἀσεβεῖς ὅρον ὑπερέβησαν, καὶ γυμνοὺς πολλοὺς ἐκοίμισαν ἄνευ ἱματίων. Ἀναφανείη τὰ φυτὰ αὐτῶν ἀπὸ γῆς ξηρά· ἀγκαλίδα γὰρ ὀρφανῶν ἥρπασαν. Τρίτος ὑπολαβὼν Βαλδὰδ λέγει· Ὁ ποιῶν τὴν σύμπασαν ἐν ὑψίστῳ. Μὴ γάρ τις ὑπολάβοι, ὅτι ἐστὶ παρέλκυσις σπείραντι (l. πειραταῖς). Πῶς δὲ δίκαιος βροτὸς ἔναντι Κυρίου; Ἐὰν δὲ ἄνθρωπος σαπρία, καὶ εἰ υἱὸς ἀνθρώπου σκώληξ; Τρίτη τοῦ Ἰὼβ πρὸς Βαλδὰδ ἀντίλεξις· Τίνι μέλλεις βοηθεῖν; ἢ τίνι ἐπακολουθήσεις; Οὐχ ᾧ μεγίστη δύναμις; Γυμνὸς γὰρ ὁ ᾅδης ἐνώπιον αὐτοῦ. Ὁ κρεμάζων γῆν ἐπ' οὐδενὸς, δεσμεύων ὕδωρ ἐν νεφέλαις αὐτοῦ. Προστάγματι δὲ ἐθανάτωσε δράκοντα ἀποστάτην. Μηκέτι προσθέντος καὶ τοῦ Σωφὰρ τρίτως, ἀλλ' ὑποσιωπησάντων καὶ τῶν μειζόνων δύο, ὡς οὐκέτι λόγον ἐχόντων ἐν στόματι, διὰ τὸ θέσθαι δίκαιον τὸν Ἰὼβ, ἐπισυνάπτει τὸ περὶ αὐτοῦ προοίμιον δεύτερον Ἰώβ· κἀκεῖνοι σιωπήσαντες ἀκούουσιν ὠφελούμενοι. Ζῇ, φησὶ, Κύριος, ὃς οὕτω με κέκρικε, καὶ ὁ παντοκράτωρ μου, ὁ πικράνας μου τὴν ψυχήν· ᾖ μὴν ἔτι τῆς πνοῆς ἐνούσης, πνεῦμα δὲ θεῖον τὸ περιόν μοι ἐν ῥισὶ, μὴ λαλήσειν μου τὰ χείλη ἀνομίαν. Ἀναγγελῶ ὑμῖν, τί ἐστιν ἐν χειρὶ Κυρίου. Ἰδοὺ δὴ πάντες οἴδατε, ὅτι κενὰ κενοῖς ἐπιβουλεύετε. Αὕτη ἡ μερὶς ἀνθρώπου ἀσεβοῦς παρὰ Κυρίου. Ὅτι ἐὰν πολλοὶ γένωνται οἱ υἱοὶ αὐτοῦ, εἰς σφαγὴν ἔσονται· χήρας δὲ αὐτῶν οὐδεὶς ἐλεήσει. Ἐὰν συνάγῃ ὁ ἀσεβὴς ἴσα γῇ ἀργύριον· τόπος ὅθεν γίνεται; τόπος δὲ χρυσίου ὅθεν διηθεῖται; Σίδηρος μὲν ἐκ γῆς γίνεται, χαλκὸς δὲ ἴσα λίθῳ λατομεῖται. Πᾶν τίμιον, φησὶν, εἶδέ μου ὁ ὀφθαλμός. Ἡ δὲ σοφία αὐτοῦ πόθεν εὑρέθη; Ἄβυσσος εἶπε, Οὐκ ἔστιν ἐν ἐμοί· καὶ θάλασσα εἶπε, Οὐκ ἔστι μετ' ἐμοῦ. Ἕλκυσον σοφίαν ὑπὲρ τὰ ἐσώτατα. Οὐκ ἰσωθήσεται αὐτῇ τοπάζιον Αἰθιοπίας, καὶ χρυσίῳ καθαρῷ οὐ συμβασταχθήσεται. Ὁ Κύριος εὖ συνέστησε αὐτῆς τὴν ὁδόν· αὐτὸς γὰρ τὴν ὑπ' οὐρανὸν πᾶσαν ἐφορᾷ, εἰδὼς τὰ ἐν τῇ γῇ πάντα, ἀνέμων σταθμὸν, ὑδάτων μέτρα. Εἶπεν ἀνθρώπῳ· Ἰδοὺ ἡ θεοσέβειά ἐστι σοφία. Ἀποσιωπησάντων δὲ τῶν τριῶν, προσθεὶς Ἰὼβ ἐν τῷ προοιμίῳ λέγει· Τίς ἄν με θείη κατὰ μῆνα ἔμπροσθεν ἡμερῶν, ὧν με ὁ Θεὸς ἐφύλαξεν; Ὅτε ηὔγει ὁ λύχνος αὐτοῦ ὑπὲρ κεφαλῆς μου, ἐξεπορευόμην ὄρθριος ἐν πόλει, ἐν δὲ πλατείαις ἐτίθετό μου ὁ δίφρος. Διέσωσα γὰρ πτωχὸν ἐκ χειρὸς δυνατῶν. Εὐλογία ἀπολλυμένων ἐπ' ἐμὲ ἐπέλθοι. Ὀφθαλμὸς, φησὶν, ἤμην τυφλῶν, ποῦς δὲ χωλῶν, πατὴρ δὲ ἀδυνάτων. Συνέτριψα δὲ μύλας ἀδίκων, ἐκ δὲ μέσου τῶν ὀδόντων αὐτῶν ἅρπαγμα ἐξέσπασα. Ὥσπερ γῆ διψῶσα προσδεχομένη τὸν ὑετὸν, οὕτως οὗτοι τὴν ἐμὴν λαλιάν. Κατεσκήνουν ὡς βασιλεὺς ἐν μονοζώνοις. Ἀφρόνων υἱοὶ, καὶ ἄτιμοι ὄνομα· νυνὶ δὲ κιθάρα ἐγώ εἰμι αὐτῶν, καὶ ἐμὲ θρύλλημα ἔχουσιν. Ἀπὸ δὲ προσώπου μου οὐκ ἐφείσαντο πτύελον. Ἥγησαι δέ με ἴσα πηλῷ, ἐν γῇ καὶ σποδῷ μου ἡ μερίς. Χειρὶ δὲ κραταιᾷ με ἐμαστίγωσας. Ἀδελφὸς, φησὶ, γέγονα Σειρήνων, ἑταῖρος δὲ στρουθῶν. Εἰ ἐξηκολούθησε ἡ καρδία μου γυναικὶ ἀνδρὸς ἑτέρου, ἀρέσαι ἄρα καὶ ἡ γυνή μου ἑτέρῳ. Θυμὸς γὰρ ἀνδρὸς ἀκατάσχετος τοῦ μιᾶναι αὐτοῖς γυναῖκα. Εἰ ὑπερεῖδον γυμνὸν ἀπολλύμενον, καὶ οὐκ ἠμφίασα, ἀπὸ δὲ κουρᾶς ἀμνῶν μου οὐκ ἐθερμάνθησαν οἱ ὦμοι αὐτῶν, ἀποσταίη ἄρα ὁ ὦμός μου ἀπὸ τῆς κλειδός μου. Εἰ γὰρ ἐπιχαρὴς ἐγενόμην πτώματι ἐχθρῶν μου, καὶ εἶπε ἡ καρδία μου, Εὖγε, ἀκοῦσαι ἄρα τὸ οὖς μου τὴν κατάραν μου Εἰ μὴ ῥήξας αὐτὴν ἀπέδωκα, οὐθὲν λαβὼν ἀπὸ χρεωφειλέτου, εἰ ἐπ' ἐμοὶ ἡ γῆ ἐστέναξε, ἀντὶ πυροῦ ἐξέλθοι μοι κνίδη. Τὰ περὶ Ἐλιοὺζ τοῦ Βαραχιὴλ τοῦ Βουζίτου· ὡς ὠργίσθη τῷ Ἰὼβ, ὅτι ἀπέφηνεν ἑαυτὸν δίκαιον ἐναντίον Κυρίου. Ὑπολαβὼν Ἐλιοὺζ ὁ τοῦ Βαραχιὴλ ὁ Βουζίτης, εἶπε· Νεώτερός εἰμι τῷ χρόνῳ· διὸ ἡσύχασα, φοβηθεὶς τοῦ ὑμῖν ἀναγγεῖλαι τὴν ἐμὴν ἐπιστήμην. Ἐξαναστὰς Ἐλιοὺζ ἐν ἀναιδείᾳ καταλέγει τοῦ Ἰὼβ, τῶν τριῶν ἀποσιωπησάντων· Πάλιν λαλήσω· πλήρης γάρ εἰμι ῥήματος. Εἶπε δὲ Ἐλιοὺζ πρὸς Ἰώβ· Πνεῦμα θεῖον τὸ ποιῆσάν με, πνοὴ δὲ Παντοκράτορος ἡ διδάσκουσά με. Ἐὰν δύνῃ, δός μοι ἀπόκρισιν. Ἀποστρέψαι ἄνθρωπον ἐξ ἀδικίας. Ἐφείσατο δὲ τῆς ψυχῆς αὐτοῦ ἀπὸ θανάτου, καὶ μὴ πεσεῖν αὐτὸν ἐν πολέμῳ. Ἤλεγξε δὲ αὐτὸν ἐν μαλακίᾳ ἐπὶ κοίτης. Ἀνανεώσει δὲ αὐτοῦ τὸ σῶμα, ὥσπερ ἀλοιφὴν ἐπὶ τοίχου, τὰ δὲ ὀστᾶ αὐτοῦ ἐμπλήσει μυελοῦ. Τότε, φησὶν, ἀπομέμψεται αὐτὸς ἑαυτῷ λέγων· Οἷα συνετέλουν; Οὐκ ἄξια ἤτασέ με ὧν ἥμαρτον. Ἔτι ἐλάλησεν Ἐλιοὺζ πρὸς Ἰώβ· Ἐνωτίζου, [Ἰὼβ], καὶ ἄκουέ μου· κώφευσον καὶ λαλήσω. Εἰ ἔστι σοι λόγος, ἀποκρίθητί μοι· θέλω γὰρ δικαιολογηθῆναί σοι. Ἔτι προσθεὶς Ἐλιοὺζ τρίτον λέγει· Ἀκούσατέ μου, σοφοὶ, οἱ ἐπιστάμενοι ἐνωτίσασθαι καλόν· ὅτι οὖς λόγους δοκιμάζει. Ἔτι εἶπεν Ἐλιούζ· Τίς ἀνὴρ ὥσπερ Ἰὼβ, πίνων μυκτηρισμὸν ὥσπερ ὕδωρ; οὐχ ἁμαρτὼν, οὐδὲ ἀσεβήσας; [Μή μοι εἴη] καὶ ἔναντι Παντοκράτορος ταράξαι τὸ δίκαιον. Ἀλλ' ἀποδιδοῖ ἀνθρώπῳ καθὰ ποιεῖ ἕκαστος αὐτῶν. Ἀσεβὴς ὁ λέγων βασιλεῖ, Παρανομεῖς παρανομῶν. Καὶ, Ὃς οὐκ ἐπαισχυνθῇ πρόσωπον ἐναντίον μου. Ὅτι Κύριος πάντα ἐφορᾷ, καταλαμβάνων ἀνεξιχνίαστα, ἔνδοξά τε καὶ ἐξαίσια, ὧν οὐκ ἔστιν ἀριθμός. Ἀνὴρ σοφὸς ἀκήκοέ μου τὸ ῥῆμα· Ἰὼβ δὲ οὐκ ἐν συνέσει ἐλάλησε. Τέταρτον προσθεὶς Ἐλιοὺζ λέγει πρὸς Ἰώβ· Τί τοῦτο ἡγήσω ἐν κρίσει; Σὺ τίς εἶ, ὅτι εἶπας, Δίκαιός εἰμι ἐναντίον Κυρίου; Τὸ πέμπτον προσθεὶς Ἐλιοὺζ τῷ λόγῳ, καὶ οὔτε Ἰὼβ, οὔτε οἱ τρεῖς φίλοι προσποιοῦνται αὐτὸν ὡς ἄθεον. Δῆλον οὖν ἐκ τότε, ὅτι μετενόησαν οἱ τρεῖς. Καὶ λέγει πρὸς Ἰώβ· Μεῖνόν με μικρὸν ἔτι, ἵνα διδάξω σε· ἔτι γὰρ ἐν ἐμοί ἐστι λέγειν. Εἶπεν Ἐλιούζ· Ἐνωτίζου ταῦτα, Ἰώβ. Στῆθι, νουθετοῦ δύναμιν Κυρίου. Μὴ βίβλος ἢ γραμματεύσας σοι παρέστηκε; ἢ ἀπὸ βοῤῥᾶ νέφη χρυσαυγίζοντα; Ἐμφανισθεὶς ὁ Θεὸς δικαιοῖ τὸν Ἰὼβ, καὶ διδάσκων τὸ μυστήριον τοῦ Χριστοῦ, εἶπε πρὸς Ἰώβ· Τίς οὗτος ὁ κρύπτων μου βουλὴν, συνέχων δὲ ῥήματα ἐν καρδίᾳ; Διάλογος Κυρίου, ὅτι Ἔφραξα θάλασσαν πύλαις. Εἶπα δὲ αὐτῇ, Μέχρι τούτου ἐλεύσῃ, καὶ οὐχ ὑπερβήσῃ, ἀλλ' ἐν σεαυτῇ διατριβήσονταί σου τὰ κύματα. Λόγος Κυρίου, ὅτι Σὺ λαβὼν πηλὸν, ἔπλασας ζῶον; Ἀνοίγονταί σοι φόβῳ πύλαι θανάτου; πυλωροὶ δὲ ᾅδου ἰδόντες σε ἔπτηξαν; Ἔτι, Ἦλθες ἐπὶ θησαυροὺς χιόνος, θησαυροὺς δὲ χαλάζης ἑώρακας; Πόθεν δὲ ἐκπορεύεται πάχνη; τίς δὲ ἡτοίμασε ὑετῷ λάβρῳ ῥύσιν; Ἔτι, Τίς ἐστιν ὑετοῦ πατήρ; Ἐκ γαστρὸς δὲ τίνος ἐκπορεύσεται κρύσταλλος; Πάχνην δὲ ἐν οὐρανῷ καὶ βώλους δρόσου τίς τέτοκε; Καλέσεις δὲ νέφος φωνῇ, καὶ τρόμῳ ὕδατος λάβρου ἐπακούσεταί σου; Ἀποστελεῖς κεραυνοὺς καὶ πορεύσονται; Τίς δέδωκε γυναιξὶν ὑφάσματος σοφίαν; Ἔτι, Τίς ἡτοίμασε κόρακι βοράν; Νεοσσοὶ γὰρ αὐτοῦ πρὸς Κύριον κεκράγασι πλανώμενοι, τὰ σῖτα ζητοῦντες. Ὅτι, Πτέρυξ πετομένη ἐλάσει, ἐὰν συλλάβῃ ἀσίδα καὶ νῆσσα. Ἀφήσει εἰς γῆν τὰ ὠὰ αὐτῆς. Ὅτε κατεσιώπησε αὐτῇ ὁ Θεὸς σοφίαν, καὶ καταγελάσεται ἵππου. Καὶ, Ἐκ τῆς ἐπιστήμης ἕστηκεν ἱέραξ, γὺψ δὲ ἐπὶ νοσσιᾶς αὐτοῦ καθεσθεὶς αὐλίζεται. Ἔτι ἐλάλησε Κύριος τῷ Ἰώβ· Μὴ κρίσιν μετὰ ἱκανοῦ κρίνῃς; ἐλέγχων δὲ Θεὸν ἀποκριθήσεται αὐτῇ; Ἐλάλησε Ἰὼβ τῷ Κυρίῳ, ὅτι, Ἐγὼ κρίνομαι νουθετούμενος, καὶ ἐλέγχων Κύριον, ἀκούων. Ἐλάλησε Κύριος πρὸς Ἰὼβ ἐκ τοῦ νέφους δεύτερον ἐμφανισθεὶς αὐτῷ· Ζῶσαι ὥσπερ ἀνὴρ τὴν ὀσφύν σου. Ἐρωτήσω δέ σε, σὺ δέ μοι ἀπόκριναι. Λόγος Κυρίου· Ὁμολογήσω ἄρα ὅτι δύναται ἡ δεξιά σου [σῶσαι]. Ἀλλὰ δὴ ἰδοὺ θηρία παρὰ σοὶ χόρτον ἴσα βουσὶν ἐσθίουσιν. Ἡ δὲ δύναμις αὐτῷ ἐπὶ ὀμφαλοῦ γαστρός. Ἔστησεν οὐρὰν ὡς κυπάρισσον. Αἱ πλευραὶ αὐτοῦ, πλευραὶ χάλκειαι· ἡ δὲ ῥάχις αὐτοῦ σίδηρος χυτός. Ὑπὸ δὲ πάντα τὰ δένδρα κοιμᾶται. Ἄξεις δὲ, φησὶ, λέοντα ἐν ἀγκίστρῳ· περιθήσεις δὲ φορβαίαν περὶ τὴν ῥῖνα αὐτοῦ. Πᾶν δὲ πλωτὸν συνελθὸν οὐ μὴ ἐνέγκωσι βύρσαν μίαν οὐρᾶς αὐτοῦ Ἡγεῖται μὲν σίδηρον ἄχυρα, χαλκὸν δὲ ὥσπερ ξύλον σαθρόν. Οὐ μὴ τρώσῃ αὐτὸν τόξον χάλκειον. Ἕως ὧδε, καὶ ἐπαύσατο λέγειν Ἰώβ· Οἶδα πάντα δύνασαι, ἀδυνατεῖ δέ σοι οὐδέν. Τίς γάρ ἐστιν ὁ κρύπτων σε βουλήν; Ἥγημαι δὲ ἐμαυτὸν γῆν καὶ σποδόν. Ἤλεγξε Κύριος Ἐλιφὰζ τὸν Θαιμανίτην, ὅτι ἥμαρτε αὐτὸς καὶ οἱ δύο φίλοι αὐτοῦ, ὅτι οὐκ ἐλάλησεν ἐνώπιον Κυρίου ἀληθὲς, οὐδὲ ὥσπερ θεράπων αὐτοῦ Ἰώβ. Ἐνταῦθα ἱλασμὸς τῶν τριῶν φίλων διὰ Ἰὼβ τοῦ ἱερέως τοῦ Θεοῦ. Ὡς ηὔξησε Κύριος τὸν Ἰώβ· εὐξαμένου δὲ αὐτοῦ καὶ περὶ τῶν φίλων αὐτοῦ, ἀφῆκεν αὐτοῖς Κύριος ἁμαρτίαν. Ὡς ἤκουσαν πάντες ἐκ τοῦ γένους Ἰὼβ, καὶ ἦλθον πρὸς αὐτὸν, καὶ ἔφαγον καὶ ἔπιον παρ' αὐτῷ, καὶ θαυμάσαντες αὐτὸν ἔδωκαν αὐτῷ ἕκαστος ἀμνάδα μίαν, καὶ τετράδραχμον χρυσοῦν. Ὡς γέγραπται αὐτὸν ἀναστήσεσθαι μεθ' ὧν ὁ Κύριος ἀνίστησιν. Ἐν οἷς καὶ ἡ δύναμις ἅπασα τοῦ βιβλίου Ἰώβ. Σοφία Σολομῶντος. Σοφία Σολομῶντος καλεῖται τὸ βιβλίον· καὶ γὰρ καὶ τοῦτο, φασὶ, Σολομών ἐστιν ὁ γράψας. Ἔστι δὲ ἐν αὐτῷ διδασκαλία δικαιοσύνης, καὶ τὸ γνωρίζειν τούς τε φαύλους ἄνδρας καὶ τοὺς σπουδαίους, καὶ προφητεία περὶ Χριστοῦ. Καὶ ὅτι πολλῷ πόνῳ καὶ πόθῳ κατορθοῦται σοφία. Ἔτι δὲ καὶ φυσιολογία μερική· καὶ κατὰ εἰδώλων καὶ τῶν αὐτὰ γλυφόντων, καὶ ἐν αὐτοῖς ἐλπιζόντων, καὶ λατρευόντων· καὶ ὕμνος σὺν ἐξομολογήσει τῶν γεγενημένων τοῖς Ἰσραηλίταις θαυμασίων ἐνώπιον τῶν ἐχθρῶν αὐτῶν, παρὰ τοῦ Θεοῦ. Ἡ μὲν οὖν περιοχὴ τοῦ βιβλίου τοῦτον ἔχει τὸν τρόπον. Ἡ δὲ ἀνακεφαλαίωσίς ἐστιν ἐν τούτοις. Ἐν προοιμίοις μὲν προτροπὴ δικαίου εἰς θεοσέβειαν, καὶ ἔλεγχος ἀσεβοῦς βλασφήμου. Μὴ ζή λου γὰρ, φησὶ, τοὺς ἀντιχρίστους, οἵτινές εἰσι θάνατος Πόθεν οἱ ἀσεβεῖς ἐπὶ τῷ σταυρῶσαι τὸν Κύριον τῆς δόξης ἦλθον, τὸν αἰῶνα τοῦτον προκρίναντες. Ὅτι καὶ τοὺς ἀποστόλους ἐδίωξαν καὶ ἀπέκτειναν. Ὅτι τινὲς ἔσονται οἱ ἐξουθενοῦντες τὸν νόμον τοῦ Κυρίου, καὶ τινὲς οἱ ὑποταγέντες αὐτῷ. Ὅτι οὐδὲ πλήθους ἀσεβούντων εἰς Χριστὸν φείσεται ὁ Θεός. Ἑνὸς γὰρ δικαίου πιστεύοντος Χριστῷ μέλει τῷ Θεῷ, κἂν νέος ἀποθάνῃ. Γῆρας γὰρ τίμιον οὐ τὸ πολυχρόνιον. Εἰ καὶ ἀσεβὴς τελευτὴν τοῦ πιστεύοντος Χριστῷ ἐξουθένωσεν, ἀλλ' ἐκλέγονται ἀπὸ Χριστοῦ. Οἱ ἀσεβεῖς ἀτίμῳ πτώματι παραδοθήσονται, καὶ μεγάλῃ κρίσει καταβληθήσονται οἱ διῶκται τῶν τοῦ Χριστοῦ δούλων, ἐν τῇ κρίσει, ἰδόντες τὴν δόξαν αὐτοῦ καὶ αὐτῶν, καὶ ἑαυτοὺς εἰς κόλασιν. Ὅτι ὁ πλοῦτος μετὰ ἀλαζονείας συμβέβληται ἡμῖν. Τίς ὀργὴ τῶν ἀσεβούντων εἰς Χριστόν. Προτροπαὶ τοῖς ἄρχουσι τοῦ Ἰσραὴλ, ὥστε πιστεύειν Χριστῷ· μᾶλλον δὲ παράθεσις τοῖς ἄρχουσι τῆς καθολικῆς Ἐκκλησίας, πῶς ἄρχειν δεῖ, ἀποστραφέντος ἐκείνου. Τίς ἡ σοφία, ὁ Υἱὸς τοῦ Θεοῦ. Καὶ πῶς ὁ Λόγος σὰρξ γέγονε, καὶ ἐσκήνωσεν ἐν ἡμῖν. Ὅτι κἀγὼ ὁμοιοπαθὴς ὑμῖν ὢν ἄνθρωπος ἐκ κελεύσεως Θεοῦ πεπαίδευμαι. Περὶ Χριστοῦ· τῇ σοφίᾳ τοῦ Θεοῦ, ὅτι πάντων τὴν γνῶσιν ἐξ αὐτῆς ἔσχον· Ἐν γὰρ χειρὶ αὐτοῦ καὶ ἡμεῖς καὶ οἱ λόγοι ἡμῶν. Τίς ἡ σοφία, καὶ πῶς εἰς ἀνθρώπους ἦλθε. Μία γὰρ οὖσα πάντα δύναται, καὶ μένουσα ἐν αὑτῇ τὰ πάντα καινίζει. Τὴν σοφίαν, φησὶν, ἐκ νεότητος φιλήσας, πάντα τὰ ἀγαθὰ ἐξ αὐτῆς ἔσχον σαρκικὰ καὶ πνευματικά. Ὅτι τὸ μέγεθος τῆς σοφίας ἐγνωκὼς ἐνέτυχον τῷ Κυρίῳ, ὥστε μοι δοθῆναι τὸ ἅγιον Πνεῦμα τὸ φωτίζον με περὶ αὐτῆς. Καὶ ἐπέμφθη, ἵνα συγκοπιάζῃ μοι. Λογισμοὶ γὰρ θνητῶν δειλοί. Περὶ τῶν ἔργων τῆς σοφίας. Πῶς τὸν πρωτόπλαστον διεφύλαξεν, ἐξ ὅσων κακῶν σώζει τοὺς πιστεύοντας αὐτῷ ὁ Θεὸς, καὶ ὅσα ἀγαθὰ παρέχει. Οἷον τὸν Νῶε, τὸν Ἀβραὰμ, τὸν Λὼτ, τὸν Ἰακὼβ, τὸν Ἰωσὴφ, τοὺς Ἰσραηλίτας, οὓς ἐκ χειρὸς τῶν Αἰγυπτίων ἐξεῤῥύσατο διὰ Μωσέως, καὶ ἐκ πέτρας ἀκροτόμου ἐδόθη αὐτοῖς ὕδωρ. Ὡς τοῖς ζʹ ἔθνεσιν ἀπέστειλε σφῆκας, μακροθυμίᾳ δὲ χρώμενος, καὶ τούτοις ἐδίδου τόπον μετανοίας, παιδεύων διὰ τούτων τὸν λαὸν εἶναι φιλάνθρωπον. Κατὰ στοιχειολατρῶν, βατράχων, σφηκῶν, μυῶν, ἀκρίδων, σκνιφῶν, ὄφεων. Κατὰ εἰδωλολατρῶν, ἐκ χρυσοῦ καὶ ἀργύρου, ἢ λίθων, ἢ ξύλων εἰδώλων κατεσκευασμένων. Ὅτι ἐστὶ σωτηρία διὰ ξύλου τοῖς πιστεύουσι. Τὰ περὶ τῶν εἰδωλοποιῶν, ἢ ζωγραφούντων εἴδωλα. Περὶ πάντων τῶν κακῶν τῶν ἐν εἰδωλολατρείᾳ. Περὶ ἀσεβοῦς θρησκείας, καὶ ὅσα ἐν αὐτῇ κακά. Περὶ τοῦ κεραμέως, καὶ τῶν κεραμικῶν εἰδώλων. Περὶ πάντων τῶν εἰδώλων τῆς τῶν ἐθνῶν λατρείας. Περὶ τῶν ἐχθίστων ζώων, ὄφεων, αἰλούρων, καὶ τῶν ὁμοίων. Ὅτι εὐηργέτησεν ὁ Θεὸς τὸν Ἰσραὴλ ἀντὶ βατράχων ὀρτυγομήτραν. Ὅτι καὶ ἐπὶ δήγματος ὄφεων σωτηρία τοῦ λαοῦ σου δι' ὄφεως χαλκοῦ ἐσταυρωμένου· τοὺς δὲ ἐχθροὺς αὐτῶν δι' ὄφεων καὶ μυῶν ἀπέκτεινεν. Ὅτι ἀγγέλων τροφὴν ἐψώμισε τὸν λαὸν πρὸς πᾶσαν ἡδονὴν ἰσχύουσαν, καὶ πρὸς πᾶσαν ἁρμονίας γεῦσιν. Ὅτι χάλαζαν Αἰγυπτίοις μετὰ πυρὸς ἔπεμψε πρὸς διαφθορὰν γεννημάτων. Ὅτι τοῖς Αἰγυπτίοις ἔπεμψε ψηλαφητὸν σκότος, καὶ τὰ ἐν αὐτῷ κακά· τοῖς δὲ ὁσίοις αὐτοῦ φῶς ἐν Αἰγύπτῳ, καὶ ἐν τῇ ἐρήμῳ στῦλον πυρός· καὶ ἀντὶ μὲν θανάτου νηπίων Ἰσραὴλ, τῶν Αἰγυπτίων πρωτοτόκων θάνατος καὶ καταποντισμός· ἀντὶ δὲ θανάτου πρωτοτόκων, σωτηρία Ἰσραὴλ δι' αἵματος προβάτου. Καὶ ἐπὶ μὲν θανάτῳ δικαίων ἐν ἐρήμῳ, Ἀαρὼν ἐξιλάσατο, Κυρίῳ προσευξάμενος καὶ θυμιάσας· ἐπὶ δὲ θανάτῳ Αἰγυπτίων ἐν Ἐρυθρᾷ θαλάσσῃ, ἀνελεήμων θυμὸς, τοῦ δὲ λαοῦ παράδοξος ὁδοιπορία. Ὅτι διὰ μισοξενίαν ἔπαθον ταῦτα οἱ Αἰγύπτιοι, ὡς καὶ οἱ Σοδομῖται. Ὅτι τὰ στοιχεῖα ὑπόκειται τῇ θείᾳ κρίσει Χριστοῦ, πρὸς ὃ βούλεται ῥυθμιζόμενα, ὡς χορδαὶ κιθάρας τῷ κιθαρίζοντι. Ἐν οἷς πᾶσα δύναμις τῆς Σοφίας Σολομῶντος τῆς λεγομένης Παναρέτου. Παροιμίαι Σολομῶντος. Παροιμίαι Σολομῶντος τὸ βιβλίον καλεῖται, ἐπειδὴ καὶ ταύτας Σολομών ἐστιν ὁ λαλήσας καὶ γράψας. Οὗτος δὲ διαδεξάμενος τὴν βασιλείαν Δαυῒδ τοῦ πατρὸς αὐτοῦ, ηὔξατο τῷ Θεῷ λαβεῖν σοφίαν ὑπὲρ πλοῦτον, καὶ ὑπὲρ ἄμυναν ἐχθρῶν. Λαβὼν τοίνυν, καὶ γενόμενος σοφὸς ὑπὲρ πάντας τοὺς πρὸ αὐτοῦ καὶ μετ' αὐτὸν ἀνθρώπους, θαυμασθείς τε ἐπὶ πᾶσιν οἷς ἐποίησε καὶ ἐλάλησε, τρισχιλίας μὲν παραβολὰς καὶ πεντακισχιλίας ᾠδὰς ἐλάλησε· καὶ ἐφυσιολόγησε περὶ πάντων τῶν τε ἐκ γῆς φυομένων, καὶ περὶ πάντων τῶν ζώων. Συνέγραψε δὲ, ὡς μέν τινές φασι, τρία μόνα βιβλία. Τοῦτό τε, καὶ τὸν Ἐκκλησιαστὴν, καὶ τὸ ᾎσμα τῶν ᾀσμάτων· ὡς δέ τινες, καὶ τὴν Σοφίαν τὴν ἀπογεγραμμένην καὶ λεγομένην Πανάρετον· γνησίαν γὰρ αὐτοῦ καὶ ταύτην λέγουσιν εἶναι. Καὶ τοῦτον μὲν Παροιμίαι ἐπέγραψεν. Εἰσὶ δὲ παροιμίαι λόγοι σοφοὶ, ὡς αἰνίγματα, ἅτινα ἕτερον μέν τι αὐτόθεν δηλοῦντά ἐστιν, ἕτερον δὲ ἐν ὑπονοίᾳ ἐπαγγέλλονται. Τῶν δὲ τοιούτων εἶδός εἰσιν αἱ παροιμίαι. Οὕτω γὰρ καὶ οἱ μαθηταὶ τοῦ Κυρίου λέγουσιν ἐν τῷ κατὰ Ἰωάννην Εὐαγγελίῳ, ὅτε τοῦ Κυρίου πολλὰ εἰρηκότος, πρότερον ἐγκεκρυμμένῃ διανοίᾳ, ὕστερόν φασιν αὐτῷ· Ἴδε νῦν παῤῥησίᾳ λαλεῖς, καὶ παροιμίαν οὐδεμίαν λέγεις· ὡς τῶν παροιμιῶν μὴ ἐκ φανεροῦ, ἀλλὰ κεκρυμμένως λεγομένων. Ἐπεὶ οὖν ἐν τῷ βιβλίῳ τούτῳ πλεῖστοι λόγοι τοιοῦτοί εἰσιν, διὰ τοῦτο Παροιμίας ἔγραψε (l. ἐπέγραψε) τὸ βιβλίον. Ὠνομάσθη δὲ παροιμία, ἐπειδὴ παρὰ πάσης ὁδοῦ ἐγράφησαν οἱ τοιοῦτοι λόγοι, πρὸς διόρθωσιν καὶ διδασκαλίαν τῶν ἐν ταῖς ὁδοῖς πορευομένων. Παρὰ τὰς ὁδοὺς δὲ ἐγράφοντο, ἐπεὶ μὴ πάντες ἐχώρουν τοὺς τῆς ἀληθείας λόγους· ἵνα κἂν διερχόμενοι καὶ βλέποντες διερευνῶσι τὰ γεγραμμένα, καὶ οὕτω παιδεύωνται οἱ ἄνθρωποι. Τινὲς γοῦν ὁρίζονται αὐτὰς οὕτως, ῥῆμα παρόδιον ἀπό τινος ἑνὸς εἰς πολλὰ μεταλαμβανόμενον. Ἔστιν οὖν ἐν τῷ βιβλίῳ τούτῳ γνῶσις σοφίας καὶ παιδείας, νόησις λόγων φρονήσεως, στροφαὶ λόγων, δικαιοσύνης ἀληθοῦς νόησις, κρίματα κατευθύνειν, καὶ ἐπαγγελία τοῦ γινώσκειν ἐκ τούτων παραβολὰς, ῥήσεις σοφῶν, αἰνίγματα, σκοτεινοὺς λόγους. Καὶ εἰσὶ γνώσεις σοφίας καὶ παιδείας. Ἐπειδὴ γὰρ Ἕλληνες μὲν σοφίαν ἔχειν ἐπαγγέλλονται, αἱρετικοὶ δὲ νομίζουσι παιδείαν ἔχειν, διὰ τοῦτο οὗτος τὴν ἀληθῆ σοφίαν καὶ παιδείαν διδάσκει, ἵνα μὴ τῇ ὁμωνυμίᾳ τῆς σοφίας εἰς τὰ σοφίσματα τῶν Ἑλλήνων καὶ τῶν αἱρετικῶν ἐμπέσῃ τις. Καὶ γὰρ Ἕλληνες μὲν οἰόμενοί τινες εἶναι, καὶ Φάσκοντες εἶναι σοφοὶ, ἐμωράνθησαν. Αἱρετικοὶ δὲ παιδεύεσθαι νομίζοντες ἐξεστράφησαν, καὶ ἁμαρτάνουσιν ὄντες αὐτοκατάκριτοι. Τῶν δὲ θείων λόγων ἀκούσας σοφὸς, σοφώτερος ἔσται. Τῶν γὰρ νομίμων τοῦ Θεοῦ ἀκούσας, καὶ ταῦτα φυλάξας, ἐπί τε τῇ παιδείᾳ Κυρίου μὴ ὀλιγωρήσας, μηδὲ ἑλκυσθεὶς ἀπάτῃ, υἱὸς σοφὸς γενήσεται, καὶ πεπαιδευμένος γενόμενος ταχέως καὶ τὴν παρὰ Θεοῦ γνῶσιν δέξεται. Ταύτῃ γὰρ οἱ σοφοὶ παιδεύονται. Νόησις δὲ λόγων φρονήσεως ἡ περὶ τοῦ μόνου καὶ ἀληθινοῦ ὄντος Θεοῦ διδασκαλία. Ἐπὶ γὰρ Ἑλλήνων οἱ μὲν σῶμα τὸν Θεὸν εἶπον, οἱ δὲ εἰδώλοις αὐτὸν ὁμοίως ἐλάτρευσαν. Αἱρετικοὶ δὲ καὶ αὐτοὶ περὶ τοῦ ὄντος παρεφρόνησαν. Διὰ τοῦτο οὗτος τὴν ἀληθῆ περὶ Θεοῦ γνῶσιν ἐξηγεῖται, τὸ μὲν ἀνέκφραστον αὐτοῦ λέγων, Δόξα Θεοῦ κρύπτει λόγον· τὸ δὲ προνοητικὸν αὐτοῦ φησιν· Ἐν παντὶ τόπῳ ὀφθαλμοὶ Κυρίου σκοπεύουσι κακούς τε καὶ ἀγαθούς. Καὶ πάλιν, Πλούσιος καὶ πτωχὸς συνήντησαν ἀλλήλοις, ἀμφοτέρους δὲ ἐποίησεν ὁ Κύριος. Καὶ, Δανειστοῦ καὶ χρεωφειλέτου ἀλλήλοις συνελθόντων, ἐπισκοπὴν ποιεῖται ἀμφοτέρων ὁ Κύριος. Καὶ, Ἐνώπιον γάρ εἰσι τῶν τοῦ Θεοῦ ὀφθαλμῶν ὁδοὶ ἀνδρός· εἰς δὲ πάσας τροχιὰς αὐτοῦ σκοπεύει. Καὶ τὸ μὲν κριτικὸν αὐτοῦ φησι· Θυσίαι ἀσεβῶν βδέλυγμα Κυρίου· εὐχαὶ δὲ κατευθυνόντων δεκταὶ παρ' αὐτῷ. Καὶ πάλιν· Οἴκους ὑβριστῶν κατασπᾷ Κύριος, ἔστησε δὲ ὅριον χήρας (legebatur in Ms. χώρας). Τὸ δὲ δημιουργικὸν αὐτοῦ οὐχ ἁπλῶς, ἀλλ' ὅτι διὰ τοῦ ἰδίου λόγου καὶ τῆς σοφίας πάντα ποιεῖ· ὃ μάλιστα χαρακτηρίζει τὸν ἀληθινὸν Θεὸν, ὅτι Υἱοῦ Πατήρ ἐστι. Λέγει γοῦν· Ὁ Θεὸς τῇ σοφίᾳ ἐθεμελίωσε τὴν γῆν. Καὶ πάλιν, Ὁ Θεὸς ἐποίησε χώρας καὶ ἀοικήτους, καὶ ἄκρα οἰκούμενα τῆς ὑπ' οὐρανόν. Ἡνίκα ἡτοίμαζε τὸν οὐρανὸν, συμπαρήμην αὐτῷ, καὶ ὅτε ἀφώριζε τὸν αὑτοῦ θρόνον ἐπ' ἀνέμων, ἡνίκα ἰσχυρὰ ἐποίει τὰ ἄνω νέφη, ἤμην παρ' αὐτῷ ἁρμόζουσα. Ἐγὼ ἤμην ᾗ προσέχαιρε, καθ' ἡμέραν δὲ εὐφραινόμην ἐν προσώπῳ αὐτοῦ. Στροφαὶ λόγων εἴρηνται, ἐπειδὴ στρέφων τις αὐτοὺς τῇ διανοίᾳ, ἀνοίγει καὶ εὑρίσκει τὸν ἐν αὐτοῖς ἐγκείμενον νοῦν. Οἷά εἰσι· Διεσώθη ἀπὸ τοῦ καύματος υἱὸς νοήμων· ἀνεμόφθορος γίνεται ἐν ἀμήτῳ υἱὸς παράνομος. Καὶ πάλιν, Ἐπιμελοῦ τῶν ἐν τῷ πεδίῳ χλωρῶν, καὶ κερεῖς πόαν, καὶ συνάγαγε χόρτον ὀρεινὸν, ἵνα ἔχῃς πρόβατα εἰς ἱματισμόν. Καὶ πάλιν, Ἐὰν καθίσῃς δειπνεῖν ἐπὶ τραπέζης δυναστῶν, νοητῶς νόει τὰ παρατιθέμενά σοι· καὶ τὰ ὅμοια τούτοις. Δικαιοσύνης ἀληθοῦς νόησις εἴρηται, ἐπειδή τινες ἐξειλήφασι τὸ δίκαιον· τῶν μὲν λεγόντων, Δίκαιόν ἐστι, τὸ ἀποδιδόναι ἅπερ ἔλαβέ τις φυλάξαι· τῶν δὲ, τὸ διδόναι κακὸν ἀντὶ κακοῦ, καὶ ἀγαθὸν ἀντὶ ἀγαθοῦ. Συμβαίνει δὲ μὴ ἀκριβεῖς εἶναι τοὺς τοιούτους ὅρους. Μὴ εἴπῃς γὰρ, Ὃν τρόπον ἐχρήσατό μοι, χρήσομαι αὐτῷ, τίσομαι δὲ αὐτὸν ἅ με ἠδίκησε. Διὰ τοῦτο οὗτος τὴν ἀληθῆ δικαιοσύνην διδάσκει τούτοις· τὸ ἀληθὲς δίκαιον, τὸ ἀποδιδόναι ἑκάστῳ τὸ ἴδιον. Προηγουμένως μὲν τίμα τὸν Κύριον ἀπὸ σῶν δικαίων πόνων, καὶ ἀπάρχου αὐτῷ ἀπὸ σῶν καρπῶν δικαιοσύνης. Ἔπειτα τίμα βασιλέα, καὶ τοῖς μὲν γονεῦσι τὸ καθῆκον ἀποδίδου, τοῖς δὲ πᾶσι τὸ ἴσον. Καὶ οὗτος μὲν εἷς τύπος. Δεύτερος δὲ, δικαιοῦν τὴν ψυχὴν ἑαυτοῦ, τὴν ἰσότητα φυλάττειν, ὥστε μὴ κλίνειν εἰς ἀνισότητα· ἀλλὰ τῷ μὲν λογικῷ, Μή σε καταλάβῃ βουλὴ κακὴ, ἡ ἀπολείπουσα διδασκαλίαν νεότητος, ἀλλὰ μετὰ βουλῆς πάντα ποίει, καὶ οἱ λογισμοί σου ἔστωσαν κρίματα· ὥστε κρίνειν ἑαυτὸν ἕκαστον, καὶ τὴν μὲν ἐπιθυμίαν πᾶσαν ἔχειν ἀγαθήν· Ἐπιθυμία γὰρ δικαίων πᾶσα ἀγαθὴ, καὶ ἐπιθυμία δικαίου δεκτή. Κατὰ δὲ τὸ θυμικὸν, Μὴ ἴσθι ἑταῖρος ἀνδρὶ θυμώδει, φίλῳ δὲ ὀργίλῳ μὴ συναυλίζου. Ὅλον γὰρ τὸν θυμὸν ἐκφέρει αὐτοῦ ἄφρων· ὁ δὲ σοφὸς ταμιεύεται κατὰ μέρος. Οὕτω δὲ ἑαυτὸν ῥυθμίζων ἄνθρωπος, τὴν ἰδίαν ἑκάστου μέρους τῆς ψυχῆς πρᾶξιν ὑγιῆ καὶ ἀσινῆ φυλάττων, ἔσται γινώσκων τὴν ἀληθῆ δικαιοσύνην. Κρίματα δὲ κατευθύνειν ἐστὶ, προηγουμένως μὲν κρίνειν δικαίως κατὰ τὸν τοῦ Θεοῦ νόμον, ὥς φησι· Ἄνοιγε σὸν στόμα λόγῳ Θεοῦ, καὶ κρῖνε πάντας ὑγιῶς. Διάκρινε δὲ πένητα καὶ ἀσθενῆ. Ὁ γὰρ εἰπὼν τὸν ἀσεβῆ, δίκαιός ἐστιν, ἐπικατάρατος τοῖς λαοῖς καὶ μισητὸς εἰς ἔθνη. Αἰδεῖσθαι γὰρ πρόσωπον ἐν κρίσει οὐ καλόν. Τοῦτο μὲν ἐκ τοῦ φανεροῦ ῥητέον· ἔπειτα δὲ ἵνα ὅπερ ἑτέρους κρίνει τις, τοῦτο καὶ εἰς ἑαυτὸν τὸ κρίμα κατευθύνῃ, καὶ ἑαυτὸν δοκιμάζῃ, ἐπιτιμῶν μὲν ἑαυτῷ, ἐὰν πλεονεκτῇ ὁ θυμός· ἐπέχων δὲ, ἐὰν περισσεύῃ ἡ ἐπιθυμία· διεγείρων δὲ, ἐὰν ἀφυπνοῖ τὸ λογιστικὸν, λέγων· Ἕως πότε, ὀκνηρὲ, κατάκεισαι; Οὕτω γὰρ ἑαυτὸν δικαίως ἄγων, καὶ κατήγορος ἑαυτοῦ γινόμενος, κρίμα κατευθύνειν μαθήσεται, καὶ οὐκ ἀκούσεται παρ' ἑτέρου· Ὁ διδάσκων ἕτερον, σεαυτὸν οὐ διδάσκεις; ὁ λέγων, Μὴ μοιχεύσῃς, μοιχεύεις; Ὥσπερ γὰρ ὁ ὁδεύων καὶ κατευθύνων τὴν ὁδὸν φθάνει εἰς τὸ τέλος· οὕτως ὁ κατευθύνων κρίματα, δίκαιος γνωσθήσεται καὶ σοφός. Παραβολαὶ δὲ λέγονται λόγοι, ὥσπερ εἰκόνες τῶν λεγομένων. Ἐξ αὐτῶν γὰρ διὰ τὴν ὁμοιότητα τὸ λεγόμενον καταλαμβάνεται. Οὕτω γὰρ ὁ Κύριος ἔλεγεν, ὡς ὁ Μάρκος φησί· Τίνι ὁμοιώσω τὴν βασιλείαν τοῦ Θεοῦ, ἢ ἐν ποίᾳ παραβολῇ παραβάλωμαι αὐτήν; ὡς τῶν κατὰ ὁμοίωσιν λεγομένων παραβολῆς οὔσης. Καὶ γὰρ λέγων, Ὁμοία ἐστὶν ἡ βασιλεία τοῦ Θεοῦ, ὕστερον ἐπέφερε, Διὰ τοῦτο ἐν παραβολαῖς αὐτοῖς λαλῶ. Εἰσὶν οὖν τοιαῦται αἱ παραβολαί· Ὥσπερ ἔξοδος χιόνος ἐν ἀμητῷ κατάκαυμα ὠφελεῖ, οὕτως ἄγγελος πιστὸς τοὺς ἀποστείλαντας αὐτόν. Καὶ πάλιν· Ὥσπερ ἄνεμοι, καὶ νέφη, καὶ ὑετοὶ, οὕτως οἱ καυχώμενοι ἐπὶ δόσει ψευδεῖ· καὶ τὰ ὅμοια τούτοις. Ῥήσεις δὲ σοφῶν εἰσι λόγοι οὐ σεσοφισμένοι, οὐδὲ ἐν τῷ πιθανῷ ἀπατῶντες, ἀλλ' ἠκριβωμένοι· οὐχ ὡς κατὰ πρόσταξιν δὲ λεγόμενοι, ἀλλ' ὡς παρ' αὐτῶν γνωσθέντες, καὶ ὡς ἀποφάσεις αὐτῶν προσφερόμενοι· οἷοί εἰσι· Καρδίας εὐφραινομένης, πρόσωπον θάλλει· ἐν δὲ λύπαις οὔσης, σκυθρωπάζει. Καὶ, Καρδία ὀρθὴ ζητεῖ αἴσθησιν· στόμα δὲ ἀπαιδεύτων γνώσεται κακά. Καὶ, Μῖσος ἐγείρει νεῖκος· πάντας δὲ τοὺς μὴ φιλονεικοῦντας καλύπτει φιλία. Καὶ, Ὃς καταφρονεῖ πράγματος, καταφρονηθήσεται ὑπ' αὐτοῦ· ὁ δὲ φοβούμενος ἐντολὴν, οὗτος ὑγιαίνει. Τῶν μὲν γὰρ ἄλλων ἀνθρώπων οἱ λόγοι κατὰ πλεῖστον ἀμφίβολοι τυγχάνουσιν ὄντες· οἱ δὲ τῶν σοφῶν, οἷοί εἰσιν οὗτοι, ἀληθεῖς εἰσιν, καὶ πανταχόθεν ἠκρίβωνται, ὥστε μηδὲ ἀντιλέγεσθαι αὐτούς. Καὶ οἱ μὲν ἄλλοι ἄνθρωποι ἀπὸ τοῦ τέλους γνωρίζουσι τὸ πρᾶγμα· οἷόν ἐστιν, ὅτι ὁ ἄδικος φαῦλός ἐστι, καὶ ὁ μοιχὸς οὐ καλός· τοῦτο δὲ καὶ παντὶ δῆλον ἂν εἴη. Οἱ δὲ σοφοὶ τὰς ἀρχὰς τῶν πράξεων προλέγουσιν, ἵν' ἕκαστος γινώσκων τὰς ἀρχὰς τῶν κακῶν φυλάττηται, καὶ ὥσπερ σύμβολον τῶν τῆς ψυχῆς κινημάτων παραγγέλλουσιν, οἷά ἐστι τὰ προειρημένα· Μῖσος ἐγείρει νεῖκος, πάντας δὲ τοὺς μὴ φιλονεικοῦντας καλύπτει φιλία. Ὁ γὰρ φίλερις ἀπὸ μίσους ἔχει τὴν ἀρχὴν τῆς τοιαύτης κακίας, καὶ οὐκ ἄν τις εἴποι ἀγαπᾷν τὸν φιλονεικοῦντα. Πάλιν δὲ ἐκ τοῦ ἐναντίου ὁ μὴ φιλονεικῶν, γνώρισμα ἀγάπης ἔχει. Καὶ οὐκ ἄν τις εἴποι φιλόνεικον τὸν ἀγαπῶντα· ὡς πάλιν τὸ, Ἐν ἐπιθυμίαις ἐστὶ πᾶς ἀεργός· καὶ πᾶς ὀξύθυμος πράσσει μετὰ ἀβουλίας. Τοῦ γὰρ ἀεργοῦ ἐσήμανε τὴν ψυχὴν ἐν πάσαις ἐπιθυμίαις βεβυθίσθαι, καὶ τὸν ὀξύθυμον μηδεμίαν ἔχοντα βουλὴν ὀρθὴν ἐδήλωσε. Καὶ ὅλως οὗτοι τὰ ἠθικὰ μᾶλλον ἀπαγγέλλουσι, τὴν ἀρχὴν τῆς πράξεως, ὅθεν συνίστανται, λέγοντες, ὅτι τῆς μὲν φιλονεικίας προηγεῖται μῖσος· τοῦ δὲ μὴ φιλονεικεῖν προηγεῖται ἀγάπη, καὶ τῆς μὲν ἀεργίας προηγεῖται ἡδονὴ κακή· τοῦ δὲ ὀξυθύμου προηγεῖται ἀβουλία· καὶ τοῦ μὲν ἐξουθενημένου ἀρχή ἐστι τὸ καταφρονεῖν αὐτὸν τοῦ νόμου· τῆς δὲ ὑγείας προηγεῖται ὁ φόβος τοῦ Θεοῦ· καὶ τῆς μὲν ἀπωλείας τῆς ψυχῆς ἐστιν ἀρχὴ τὸ ἀφύλακτον ἔχειν τὸ στόμα· τοῦ δὲ πτοεῖσθαί τινα προηγεῖται ἡ προπέτεια. Οὕτω δὲ ἑκάστην ῥῆσιν ἀναλύων, εὑρήσεις εἰρημένην καὶ γεγραμμένην ὑπὲρ τοῦ τοὺς ἀκούοντας καὶ μανθάνοντας τὰς ἀρχὰς τῶν κακῶν καὶ τῶν ἀγαθῶν, φεύγειν μὲν τὰ φαῦλα, πράττειν δὲ τὰ ἀγαθά. Αἰνίγματα δὲ καὶ σκοτεινοὶ λόγοι, οἵτινες ἀσφαλεῖς μὲν οὕτως εἰσὶν, ὥστε ἀνιᾷν τὸν ἐντυγχάνοντα τὸ μηδὲν ἐμφαίνειν, μηδέ τινα ὑπόνοιαν παρέχειν· ἐρευνώμενοι δὲ ὅμως δεικνύουσι τὸν ἐν αὐτοῖς νοῦν. Οἷοί εἰσι· Τῇ βδέλλῃ τρεῖς θυγατέρες ἦσαν, ἀγαπήσει ἀγαπώμεναι· καὶ αἱ τρεῖς αὗται, καὶ ἡ τετάρτη οὐκ ἠρκέσθη εἰπεῖν, Ἱκανόν. ᾍδης, καὶ ἔρως γυναικὸς, καὶ τάρταρος, καὶ γῆ οὐκ ἐμπιπλαμένη ὕδατος, καὶ ὕδωρ καὶ πῦρ οὐ μὴ εἴπωσιν, Ἀρκεῖ. Καὶ πάλιν· Τρία δέ ἐστιν ἀδύνατά μοι νοῆσαι, καὶ τὸ τέταρτον οὐκ ἐπιγινώσκω· ἴχνη ἀετοῦ πετομένου, καὶ ὁδοὺς ὄφεως ἐπὶ πέτρας, καὶ τρίβους νηὸς ποντοπορούσης, καὶ ὁδοὺς ἀνδρὸς ἐν νεότητι· καὶ ὅσα τοιαῦτά ἐστιν αἰνίγματα· ἕτερα γάρ τινα δηλοῖ, καὶ ἑτέρων ἔννοιαν παρίστησι· καὶ ἀσαφῆ μέν ἐστι, κεκρυμμένον δὲ ἔχει τὸν νοῦν. Καὶ ἡ μὲν περιοχὴ τοῦ βιβλίου τῶν Παροιμιῶν τοῦτον ἔχει τὸν τρόπον. Ἡ δὲ ἀνακεφαλαίωσις ἐν τούτοις. Ἐν προοιμίοις περὶ αὐτῶν τῶν παροιμιῶν Σολομῶντος υἱοῦ Δαυῒδ, ὃς ἐβασίλευσε ἐν Ἱερουσαλὴμ, τοῦ γνῶναι σοφίαν καὶ παιδείαν. Καὶ ὅτι Ἀρχὴ σοφίας φόβος Κυρίου. Περὶ τοῦ ἀκούειν νόμους πατρὸς, καὶ μὴ ἀπώσασθαι θεσμοὺς μητρός. Περὶ τοῦ μὴ πλανηθῆναι, μηδὲ συμπορεύεσθαι ὁδοὺς μετὰ τῶν συντελούντων ἄνομα· κοινὸν γὰρ βαλάντιον κέκτηνται. Ὅτι σοφία ἐν ἐξόδοις ὑμνεῖται, ἀσεβεῖς δὲ ἐμίσησαν αἴσθησιν. Ἐπειδὴ ἐκάλουν, καὶ οὐχ ὑπήκουσάν μου, διὰ τοῦτο, ὅταν καλέσωνταί με, οὐχ ὑπακούσομαι αὐτῶν. Περὶ τοῦ, Δέχου ῥήσεις ἐντολῶν, καὶ εἰσακούσεται σοφίας τὸ οὖς σου, ἵνα συνήσῃς δικαιοσύνην καὶ κρίμα. Ὦ οἱ καταλιπόντες ὁδοὺς εὐθείας, καὶ χαίροντες ἐπὶ διαστροφῇ κακῇ. Περὶ τοῦ, Μή σε καταλάβῃ βουλὴ κακὴ, ἵνα εὕρῃς τρίβους δικαιοσύνης λείας. Περὶ τοῦ μὴ ἐπιλανθάνεσθαί σε τήρησιν νόμου, ἵνα μακροβιώσῃς ἐν εἰρήνῃ. Περὶ τοῦ εἶναί σε πεποιθότα ἐν ὅλῃ καρδίᾳ ἐπὶ Θεῷ, καὶ μὴ εἶναι φρόνιμον παρ' ἑαυτῷ, ἀλλὰ τιμᾷν τὸν Κύριον ἀπὸ τῶν δικαίων πόνων. Περὶ τοῦ μὴ ὀλιγωρεῖν παιδείας Κυρίου· Ὃν γὰρ ἀγαπᾷ Κύριος, παιδεύει. Καὶ, Μακάριος ἄνθρωπος ὃς εὕρῃ σοφίαν. Περὶ τοῦ μὴ παραῤῥύεσθαί σε, ἀλλὰ τηρεῖν βουλὴν καὶ ἔννοιαν, ἵνα ἔσται ἴασις τῇ σαρκί σου. Περὶ τοῦ μὴ ἀποσχέσθαι εὖ ποιεῖν ἐνδεῆ, ἡνίκα ἂν ἔχῃ ἡ χείρ σου βοηθεῖν. Καὶ, Μὴ τέκταινε ἐπὶ σῷ φίλῳ κακὰ, ὅτι ἀκάθαρτος ἐνώπιον Κυρίου πᾶς παράνομος. Ὅτι, Κύριος ὑπερηφάνοις ἀντιτάσσεται, ταπεινοῖς δὲ μεταδίδωσι χάριν. Καὶ περὶ τοῦ ἀκούειν παιδείας πατρός. Περὶ τοῦ, Υἱὲ, ἐμῇ ῥήσει πρόσεχε, καὶ πάσῃ φυλακῇ τήρει σὴν καρδίαν, καὶ Κύριος ὀρθὰς ποιήσει τὰς τροχιάς σου. Περὶ τοῦ μὴ προσέχειν φαύλῃ γυναικί· Ὁδοὺς γὰρ ζωῆς οὐ μετέρχεται, μακρὰν ποίησον ἀπ' αὐτῆς σύνοδον. Περὶ τοῦ, Πῖνε ὕδατα ἀπὸ σῶν ἀγγείων· καὶ Ἡ πηγὴ τοῦ ὕδατός σου ἔστω σοι ἡδεῖα. Ἐν γὰρ τῇ ταύτης σοφίᾳ συμπεριφερόμενος, πολλοστὸς ἔσῃ. Ἴθι πρὸς τὸν μύρμηκα, ὦ ὀκνηρὲ νεανία, καὶ γίνου σοφώτερος· ὅτι πολλὴν ἐν τῷ ἀμητῷ ποιεῖται τὴν παράχυσιν. Περὶ τοῦ πορεύοντος πρὸς τὴν μέλισσαν, Καὶ μάθε ὡς ἐργάτις ἐστί. Περὶ τοῦ, Ἕως πότε, ὀκνηρὲ, κατάκεισαι; Ὀλίγον μὲν ὑπνοῖς, ὀλίγον δὲ κάθησαι. Διὰ τοῦτο ἐξαπίνης ἔρχεται ἡ ἀπώλειά σου. Περὶ φυλακῆς νόμων πατρός· Ὅτι λύχνος ἐντολῶν καὶ φῶς ἐστι καὶ ζωῆς ὁδός. Περὶ τοῦ, Ἀποθέσει τις πῦρ ἐν κόλπῳ, τὰ δὲ ἱμάτια αὐτοῦ οὐ κατακαύσει; ἢ περιπατήσει ἐπ' ἀνθράκων πυρὸς, τοὺς δὲ πόδας οὐ κατακαύσει οὗτος; Ὁ εἰσελθὼν εἰς γυναῖκα ὕπανδρον οὐκ ἀθωωθήσεται. Περὶ τοῦ, Οὐ θαυμαστὸν ἐὰν κλέπτων ἁλῷ τις· κλέπτει γὰρ ἵνα ἐμπλήσῃ τὴν ψυχὴν αὐτοῦ πεινῶσαν· ὁ δὲ μοιχὸς δι' ἔνδειαν φρενῶν ἀπολεῖ τὴν ψυχὴν αὐτοῦ. Περὶ τοῦ, Τίμα τὸν Θεὸν, καὶ ἰσχύσεις, καὶ φύλασσε ἐμὰς ἐντολὰς, καὶ ἐπίγραψον αὐτὰς ἐπὶ τὸ πλάτος τῆς καρδίας σου, ἵνα τηρήσωσί σε ἀπὸ γυναικὸς ἀλλοτρίας καὶ πόρνης. Περὶ τοῦ κηρῦξαί σε σοφίαν, ὅτι ἐπ' ἄκρων τῶν ὑψηλῶν ἐστιν, ὅτι τιμιωτέρα ἐστὶν ἀργυρίου, καὶ γνησιωτέρα ὑπὲρ χρυσίον δεδοκιμασμένον, καὶ ὅτι, Φόβος Κυρίου μισεῖ ἀδικίαν. Περὶ τοῦ, Κύριος ἔκτισέ με ἀρχὴν ὁδῶν αὐτοῦ εἰς ἔργα αὐτοῦ. Περὶ τοῦ, ὅτι Ἡ σοφία ᾠκοδόμησε ἑαυτῇ οἶκον. Περὶ τοῦ, Ἔλεγχε σοφὸν, καὶ ἀγαπήσει σε. Ἐὰν σοφὸς γένῃ, σεαυτῷ ἔσῃ, καὶ τοῖς πλησίον σου· ἐὰν δὲ κακὸς ἀποβῇς, μόνος ἀντλήσεις τὰ κακά. Ὅτι γυνὴ ἄφρων καὶ θρασεῖα, ἐνδεὴς ψωμοῦ γίνεται. Πενία ἄνδρα ταπεινοῖ· υἱὸς δὲ πεπαιδευμένος σοφὸς ἔσται. Μνήμη δικαίου μετ' ἐγκωμίων. Ὃς πορεύεται ἁπλῶς, πορεύεται πεποιθώς. Ὃς ἐκ χειλέων προφέρει σοφίαν, ῥάβδῳ τύπτει ἄνδρα ἀκάρδιον. Ὁδοὺς ζωῆς φυλάσσει παιδεία· καλύπτουσι δὲ ἔχθραν χείλη δίκαια. Ἄφρων πράσσει κακά· στόμα δὲ δικαίου ἀποστά ζει σοφίαν. Κατὰ εἰδωλολατρῶν, ἐκ χρυσοῦ καὶ ἀργύρου, ἢ λίθων, ἢ ξύλων εἰδώλων (l. εἴδωλα) κατασκευασαμένων. Ὅτι ἐστὶ σωτηρία διὰ ξύλου τοῖς πιστεύουσι. Τὰ περὶ εἰδωλοποιῶν, ἢ ζωγραφοῦντος εἴδωλα. Περὶ πάντων τῶν κακῶν τῶν ἐν εἰδωλολατρείᾳ. Περὶ ἀσεβοῦς θρησκείας, καὶ ὅσα ἐν αὐτῇ κακά. Περὶ τοῦ κεραμέως, καὶ τῶν κεραμικῶν εἰδώλων. Περὶ πάντων τῶν εἰδώλων τῆς τῶν ἐθνῶν λατρείας. Περὶ τῶν ἐχθίστων ζώων, ὄφεων, αἰλούρων, καὶ τῶν ὁμοίων. Ὅτι εὐηργέτησεν ὁ Θεὸς τὸν Ἰσραὴλ ἀντὶ βατράχων ὀρτυγομήτραν. Σύνοψις τοῦ Σιράχ. Περὶ φόβου Θεοῦ, περὶ τοῦ μὴ θυμοῦσθαι, περὶ τοῦ δεῖν χωρὶς ὑποκρίσεως προσιέναι Θεῷ, περὶ πειρασμῶν καὶ ὑπομονῆς, περὶ τιμῆς τῆς εἰς τοὺς γονεῖς, περὶ ἐπιεικείας, περὶ τοῦ μὴ δεῖν ζητεῖν βαθύτερα τῶν προστεταγμένων, περὶ ἐλεημοσύνης καὶ ὀρφανῶν προστασίας. Περὶ σοφίας, περὶ αἰσχύνης βλαβερᾶς καὶ ἐπωφελοῦς· πολλὰ δὲ περὶ τῆς βλαβερᾶς ἐνταῦθα λέγει. Περὶ τοῦ μὴ δεῖν δεδόσθαι τῷ πόθῳ τῶν χρημάτων, μηδὲ οἴεσθαι ἀτιμωρητὶ ἁμαρτάνειν, κἂν παραυτίκα μὴ δῶμεν τὴν τιμωρίαν· μακρόθυμος γάρ ἐστιν ὁ Θεός· δεῖν δὲ ἐξιλάσασθαι αὐτόν. Περὶ φλυαρίας, περὶ ὑπερηφανίας, περὶ φίλων δοκιμασίας, περὶ παιδείας, περὶ ἀκροάσεως ἐπωφελοῦς. Περὶ τοῦ μὴ ἁμαρτάνειν, μὴ ψεύδεσθαι, μὴ φλυαρεῖν, μὴ δευτεροῦν λόγον ἐν προσευχῇ· τουτέστιν, ἐν οἷς ἂν ὑπόσχῃ Θεῷ, μὴ ὑπέρθῃ. Περὶ γυναικὸς, περὶ οἰκετῶν, περὶ κτηνῶν, περὶ τέκνων, περὶ πατρὸς, περὶ τῆς κατὰ Θεὸν εὐλαβείας, περὶ τῆς εἰς τοὺς ἱερεῖς τιμῆς, περὶ τῆς εἰς τοὺς κακουμένους ἐπισκέψεως. Περὶ τοῦ μὴ μάχεσθαι, μὴ ὀνειδίζειν, μὴ παρορᾷν διηγημάτων σοφῶν γερόντων. Περὶ σωφροσύνης, περὶ φιλίας, περὶ τοῦ μὴ ζηλοῦν ἁμαρτωλούς. Περὶ κριτοῦ συνετοῦ καὶ ἄφρονος, περὶ ὑπερηφανίας, περὶ ἐπιεικείας, περὶ τοῦ μὴ ἀκρίτως καὶ ἀνεξετάστως μέμφεσθαι. Περὶ τοῦ φυλάττεσθαι τοὺς πονηρούς. Περὶ τῆς τῶν πλουσίων θεραπείας, ἧς παρὰ πολλῶν τυγχάνουσι, καὶ περὶ τῆς ἐνίων αὐτῶν πλεονεξίας. Περὶ μικρολόγων, οὓς θρῖπας καλοῦσι, τοὺς μὴ μεταδιδόντας ἑτέροις. Περὶ κτήσεως σοφίας, περὶ τοῦ αὐτεξουσίου. Περὶ τοῦ ἄπαιδα εἶναι, ἢ πονηρὰ τέκνα ἔχειν. Ὅτι οὐδὲν λανθάνει τὸν Θεόν. Περὶ τῶν κτισμάτων, περὶ τῆς τοῦ ἀνθρώπου πλάσεως, καὶ τιμῆς ἧς ἐτιμήθη. Περὶ τῆς τοῦ νόμου δόσεως, περὶ ἐλεημοσύνης καὶ μετανοίας, περὶ τοῦ μὴ ἀσωτεύεσθαι. Περὶ φυλακῆς μυστηρίων, περὶ ἄφρονος αἰσχύνης βλαβερᾶς. Περὶ τοῦ μετανοεῖν ἐπὶ ἁμαρτήμασι, περὶ τοῦ μὴ πλεονεκτεῖν, περὶ συνετοῦ καὶ ἄφρονος, περὶ θυγατρὸς θυσίας, περὶ ἀπροσεξίας μωροῦ, περὶ διανοίας στεῤῥᾶς, περὶ τοῦ μὴ ἀπαραφυλάκτως φθέγγεσθαι. Περὶ τοῦ κατανύττεσθαι τοῖς ἁμαρτήμασι, περὶ τοῦ μὴ ὀμνύναι, περὶ σοφίας. Περὶ γυναικὸς πονηρᾶς καὶ ἀγαθῆς, περὶ ἐμπόρων, περὶ ἐκλαλούντων μυστήρια. Περὶ τοῦ εἰς πρόσωπον ἐπαινοῦντος, ὕστερον δὲ χλευάζοντος. Περὶ τοῦ ἀφιέναι τῷ πλησίον τὰ εἰς αὐτὸν πλημμελούμενα. Περὶ γλώσσης δολίας, περὶ τοῦ δανείζειν τῷ πλησίον, οὐχὶ τόκους λαβεῖν, ἀλλὰ κιχρᾷν τῷ δεομένῳ. Περὶ τοῦ ἐπιστρόφως παιδεύειν τέκνα, περὶ οἰκετῶν, περὶ ἀλόγων, περὶ ἐνυπνίων. Περὶ τῶν φοβουμένων τὸν Θεὸν, περὶ τῶν ἐξ ἀδικίας θυσιῶν, περὶ προσφορῶν τῶν ἐκ δικαιοσύνης. Περὶ φιλαργυρίας, περὶ λαιμαργίας, περὶ μέθης. Ὅτι ἡ μὲν κατασκευὴ τῆς φύσεως τοῖς ἀνθρώποις μία· τὸ δὲ τῆς προαιρέσεως διάφορον, τοὺς μὲν εὐλογεῖσθαι, τοὺς δὲ καταραθῆναι ἐποίησε. Περὶ ἰατρείας, περὶ τοῦ μὴ ἄγαν κρατεῖσθαι λύπῃ. Περὶ τοῦ δεῖν τῷ νόμῳ καὶ τοῖς τοῦ Θεοῦ νόμοις κρατεῖσθαι. Περὶ τῶν τοῦ Θεοῦ ἔργων, περὶ τῶν τιμωριῶν, περὶ τῆς ἀνθρωπίνης φύσεως, ὅτι πολλῶν ἐμπέπλησται φόνων καὶ φροντίδων. Περὶ τῶν τοῦ Θεοῦ ἔργων.