Ancient Greek · ~7 min
Volume 95
Joannes Damascenus Scr. Eccl. et Theol. John of Damascus, Contra Severianos (fragmentum) [Dub.] 95.225
Not analysed yet
ΕΠΙΛΥΣΙΣ πρὸς τοὺς λέγοντας, «Εἰ δύο φύσεις ὁ Χριστὸς, ἀνάγκη [Θεοῦ καὶ] ἀνθρώπου τρεῖς φύσεις, καὶ τοσαύτας λέγειν ἐνεργείας,» ὡς ὁ Σεβῆρος ἔφασκεν. Ὁ γὰρ ἄθλιος οὗτος Σεβῆρος ἁρπάσας τὸν θρόνον Ἀντιοχείας, τὴν κατὰ Μάνην καὶ Ἀπολινάριον καὶ Εὐτυχέα ἐκδικεῖν αἵρεσιν ἐπειρᾶτο, κυκῶν, ὅση δύναμις, τὴν τῶν Ἐκκλησιῶν εἰρήνην. Ἐξελασθεὶς δὲ τῆς Ἀντιοχέων ὡς στασιώδης, τῇ Ἀλεξανδρείᾳ λαίλαπος δίκην ἐνέσκηψεν· ἔνθα καὶ ἑτέρας καταιγίδος ἀντιπνευσάσης τῷ λαῷ συνέχεε πάντα καὶ ἐθορύβησεν Ἰουλιανός τις καλούμενος, Ἁλικαρνασσοῦ τῆς Ἀσίας ἐπίσκοπος, τῆς δὲ Εὐτυχιανῆς κακοδοξίας προστάτης εὐθυμότατος. Σεβήρου γὰρ μίαν φύσιν λέγοντος εἶναι Χριστὸν, καὶ τὴν ἐν Χριστῷ διαφορὰν δεχομένου, Ἰουλιανοῦ δὲ, μίαν μὲν κατὰ Σεβῆρον φάσκοντος φύσιν, ἀναιροῦντος δὲ τὴν διαφορὰν, αἴτιοι πάσης ταραχῆς καὶ ζάλης γεγόνασιν οἱ ἀνόσιοι, «μὴ νοοῦντες, κατὰ τὸ δὴ λεγόμενον, μήτε ἃ λέγουσι μήτε περὶ τίνων διαβεβαιοῦνται·» λαμβάνοντες εἰς παράδειγμα τῆς θείας ἑνώσεως τὸν ἐκ ψυχῆς καὶ σώματος ἄνθρωπον, καί φασιν· Οὐκοῦν τρεῖς ὁμολογεῖτε φύσεις. Ἀλλ' ἴστωσαν οἱ ἀμαθεῖς καὶ ἀπαίδευτοι, ὅτι δύο φύσεις ἡμεῖς λέγομεν· οὐ Θεοῦ καὶ σαρκὸς, οὔτε μὲν Θεοῦ καὶ ψυχῆς· ἀλλὰ Θεοῦ καὶ ἀνθρώπου. Οὐδὲ γάρ ἐστι κυρίως ἀνθρώπου φύσις, ἡ τοῦ μέρους φύσις. Μέρη μὲν γὰρ ἀνθρώπου ψυχὴ καὶ σῶμα· μέρη δὲ τῶν μερῶν αἱ περὶ αὐτῶν διαιρέσεις καὶ ὑποδιαιρέσεις· καὶ μέρη μὲν Χριστοῦ ἀσύγχυτα, θεότης καὶ ἀνθρωπότης. Ψυχὴ δὲ καὶ σῶμα, οὐ μέρη Χριστοῦ, ἀλλὰ μέρη τοῦ μέρους. Μέρη γὰρ τῶν μερῶν τοῦ ἀνθρώπου, ἐπὶ μὲν τῆς ψυχῆς, οὐσία λογικὴ καὶ ποιότης ἀσώματος ἔχουσα ἐν αὐτῇ νοῦν, καὶ αἴσθησιν, καὶ λόγον· ὧν τὸ μὲν ἡγεμονικὸν, τὸ δὲ θυμικὸν, τὸ δὲ ἐπιθυμ[ητ]ικόν· καὶ τούτων, τὸ μὲν ἐννοηματικὸν καὶ διανοητικὸν, μνημονευτικόν τε καὶ βουλευτικὸν,