Ancient Greek
Volume 95
Joannes Damascenus Scr. Eccl. et Theol. John of Damascus, Contra Severianos (fragmentum) [Dub.] 95.228
Not analysed yet
τὸ δὲ ὀρεκτικόν τε καὶ ἑλκτικὸν, τὸ δὲ ἀμυντικὸν, καὶ πολλὰ ἕτερα τούτοις ὑποδιαιροῦνται. Ἀφείσθω δὲ τὰ νῦν ζητεῖν, πότερον ὡς μέρη ταῦτά εἰσιν ἐν ψυχῇ, ἢ ὡς δυνάμεις· ἐπὶ δὲ τοῦ σώματος πάλιν διαίρεσις γίνεται εἰς ὁμοιομερῆ [καὶ ἀνομοιομερῆ]· καὶ τούτων ἔτι εἰς κεφαλὴν καὶ χεῖρας καὶ πόδας· καὶ ταῦτα, εἰς ὀστέα καὶ σάρκα καὶ νεῦρα· καὶ ταῦτα εἰς τέσσαρα στοιχεῖα· καὶ ταῦτα εἰς ὕλην καὶ εἶδος. Καὶ πολλὰ δὲ ἕτερα φιλοσοφοῦσι ἰατρῶν παῖδες περὶ δυνάμεων φυσικῶν· ὧν τὴν μὲν ἑλκτικὴν, τὴν δὲ καθελκτικὴν, τὴν δὲ ἀλλοιωτικὴν, τὴν δὲ ἀποκριτικὴν ὀνομάζουσι· πολλὰ δὲ καὶ περὶ αἰσθήσεως καὶ φαντασίας, καὶ τοῦ συνέχοντος τὸ ζῶον ζωτικοῦ καὶ ὀργανικοῦ πνεύματος, ἑτέρου παρὰ τὸ λογικὸν, ὥς φασιν, ὑπάρχοντος. Ὥσπερ τοίνυν ἀπόχρη πρὸς τὸ παραστῆσαι ταῦτα πάντα διὰ τοῦ σάρκα εἰπεῖν, ἢ σῶμα ἀνθρώπου· καὶ ἀπόχρη ἄνθρωπον, ἢ φύσιν ἀνθρώπου εἰρηκότα, πάντα δηλῶσαί τε καὶ παραστῆσαι τὰ ἐξ ὧν συνέστηκεν, ἐν οἷς καὶ γνωρίζεται. Οἱ δὲ, οὐχ ἵνα αὐτὸν ἄνθρωπον τέλειον ἀποφήνωσιν, ἀλλ' ἵνα τὸν Κύριον συκοφαντήσωσι, καὶ τῆς ἡμετέρας αὐτὸν ἀλλοτριώσωσι φύσεως, καὶ ἢ μὴ προσειληφότα τὴν ἀρχὴν τὸ ἡμέτερον, ἢ μὴ σῶον φυλάξαντα, ὅπερ ἔσχε παρ' ἡμῶν. Τέλος εἴληφε ἡ βίβλος τοῦ ἁγίου καὶ μακαρίου Ἰωάννου τοῦ Μανδὰρ τοῦ Δαμασκηνοῦ ἡ λεγομένη Πάνδεκτος.